no image
DDbDP-text
Security for a Debt via HGV-meta
Linked by Trismegistos ID
TM 20640.
Each record below describes this same ancient text from a different angle.
ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Καισαρείου λ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Στέφανος ὁ καὶ Ἀμόις Σωσιβίου τοῦ Ἀπολλοφάνους μητρὸς Πτολλαροῦτος Χαιρήμονος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως ἩρακλᾶτιἩρακλᾶτι Ἡρακλᾶτος τοῦ Ἁρθώνιος μητρὸς Δημητροῦτος ἀπὸ τῆς αὐτῆς πόλεως ἐν ἀ γυιᾷ γεγονέναι ἐπʼ ὀνόματος τοῦ ὁμολο γοῦντος Στεφάνου κατὰ πίστιν δάνεια δύο ὧν ἐκ τοῦ ἰδίου ὁ Ἡρακλᾶς ἐδάνεισεν διὰ τοῦ ἐν τῇ αὐτῇ πόλει μνημονείου, κατὰ μὲν τὸ πρῶτον τῷ Μεχεὶρμηχειρ μηνὶ τοῦ β ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου Ῥούφῳ Διο κλέος τοῦ Διοκλέος μητρὸς Διδύμης Ῥου φίωνος ἀργυρίου δραχμῶν τετρακοσίων πεντήκοντα ἐντόκων ἐφʼ ὑποθήκῃ τῶν δι ὰ τοῦ αὐτοῦ δανείου δηλωθέντων τοῦ Ῥούφου ἐνγαίωνενγεων, κατὰ δὲ τὸ ἕτερον τῷ Τῦ βι μηνὶ τοῦ ἐχομένου τρίτου ἔτους τῷ τοῦ Ῥούφου ὁμογνησίῳ ἀδελφῷ Διοκλεῖ ἄλλων ἀργυρίου δραχμῶν τετρακοσίων δέκα ἓξ κεφαλαίου ἐφʼ ὑποθήκῃ τῶν διὰ τοῦ αὐτοῦ δηλωθέντων ἐνγαίων, ἅπερ δάνειά ἐστι παρὰ τῷ Ἡρακλᾷ, ᾧ καὶ ἐξεῖ ναιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.