no image
DDbDP-text
Acknowledgement of Return of Deposit via HGV-meta
Linked by Trismegistos ID
TM 16539.
Each record below describes this same ancient text from a different angle.
ὁμολογεῖ Ἡρακλείδης Ἀκοῦ μητρὸς Διο γενίδος ἀπὸ Ἀφροδισίου τῆς ΜικρᾶςΜεικρᾶς Ὀάσεως ἀπεσχηκέναι παρὰ Ἀμμωνια νοῦ Σαράμμωνος μητρὸς Ἑλένης ἀπὸ εἴδους Κωμογραμματέων τῆς Ἀμμωνιακῆς διὰ Ἡρακλείδου Χαιρή μωνος μητρὸς Διονυσίας ἀπʼ Ὀξυρύγ χων πόλεως, φίλου τοῦ Ἀμμωνιανοῦ, ἃς παρέθετο αὐτῷ ἡνίκα ἦν ἐν τῇ Ἀμ μωνιακῇ τῷ τετάρτῳ ἔτει ἀργυρίου Σεβαστῶν νομίσματος δραχμὰς τρια κοσίας ἑξήκοντα γίνονται δραχμαὶ τξ καὶ οὐδὲν ἐνκαλεῖ οὐδὲ ἐνκαλέσει περὶ τούτου οὐδὲ περὶ ἄλλου οὐδενὸς ἁπλῶς γρα πτοῦ ἢ ἀγράφου εἰς τὴν ἐνεστῶσαν ἡμέραν διὰ τὸ ἀπεσχηκέναι αὐτὸν ἐκ πλήρους. ἄκυρα δὲ εἶναι καὶ ἀνεπί φορα ἃ τότε ἐτύγχανε ἐκδοὺς αὐτῷ τῆς ἀσφαλείας αὐτῶν γράμματα. κύριον τὸ ὁμολόγημα δισσὸν γραφέν. ἔτους ἑβδόμου Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστῶν, Φαῶφι δ. Ἡρακλείδης Ἀκοῦ ὁ προτε ταγμένος ἀπέσχον παρὰ τοῦ Ἀμμωνιανοῦ διὰ τοῦ Ἡ ρακλείδου ἃς παρεθέμην αὐτῷ ἐν τῇ Ἀμμωνιακῇ ὢν τῷ τετάρτῳ ἔτειἔτι τὰς δραχμὰς τριακοσίας ἑξήκοντα καὶ οὐδέν σοι ἐνκαλῶ, πάντα δὲ ὡς πρόκειται. πεμφθὲν τῷ Ἀμμωνιανῷ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.