no image
DDbDP-text
Contract of Apprenticeship via HGV-meta
Linked by Trismegistos ID
TM 20546.
Each record below describes this same ancient text from a different angle.
ὁμολογοῦσιν ἀλλήλοις Τρύφων Διονυσίου τοῦ Τρύφωνος μητρὸς Θαμούνιος τῆς Ὀννώφριος καὶ Πτολεμαῖος Παυσιρίωνος τοῦ Πτολεμαίου μητρὸς Ὠφελοῦτος τῆς Θέωνος γέρδιος, ἀμφότεροι τῶν ἀπʼ Ὀξυ ρύγχων πόλεως, ὁ μὲν Τρύφων ἐγδεδόσ θαι τῷ Πτολεμαίῳ τὸν ἑαυτοῦ υἱὸν Θοῶ νιν μητρὸς Σαραεῦτος τῆς Ἀπίωνος οὐδέ πω ὄντα τῶν ἐτῶν ἐπὶ χρόνον ἐνιαυτὸν ἕνα ἀπὸ τῆς ἐνεστώσης ἡμέρας, διακονοῦν τα καὶ ποιοῦντα πάντα τὰ ἐπιτασσόμε να αὐτῷ ὑπὸ τοῦ Πτολεμαίου κατὰ τὴν γερδιακὴν τέχνην πᾶσαν, ὁ δὲ Πτολεμαῖος κατʼ αὐτὸν ἐκδιδάξειν τὸν παῖδα κατὰ τὴν γερδιακὴν τέχνην ὧς καὶ αὐτὸς ἐπίσταταιἐπισται, τοῦ παιδὸς τρεφομένου καὶ ἱμα τιζομένουἱματισζομένου ἐπὶ τὸν ὅλον χρόνον ὑπὸ τοῦ πατρὸς Τρύφωνος πρὸς ὃν καὶ εἶναι τὰ δημόσια πάντα τοῦ παιδός, ἐφʼ ᾧ δώσει αὐτῷ κατὰ μῆνα ὁ Πτολεμαῖος εἰς λόγον διατροφῆς δραχμὰς πέντε καὶ ἐπὶ συνκλεισμῷ τοῦ ὅλου χρόνου εἰς λόγον ἱματισμοῦ δραχμὰς δέκα δύο , οὐκ ἐξόντος τῷ Τρύφωνι ἀποσπᾶν τὸν παῖδα ἀπὸ τοῦ Πτολεμαίου μέχρι τοῦ τὸν χρόνον πληρωθῆναι, ὅσας δʼ ἐὰν ἐν τούτῳ ἀτακτήσῃ ἡμέρας ἐπὶ τὰςσας ἴσας αὐτὸν παρέξεται μετὰ τὸν χρό νον ἢ ἀποτεισάτω ἑκάστης ἡμέρας ἀργυρίου δραχμὴν μίαν , τοῦ δʼ ἀποσπασ θῆναιἀποσπαθῆναι ἐντὸς τοῦ χρόνου ἐπίτιμονἐπίτειμον δραχμὰς ἑκατὸν καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. ἐὰν δὲ καὶ αὐτὸς ὁ Πτολεμαῖος μὴ ἐγδιδάξῃ τὸν παῖδα ἔνοχος ἔστω τοῖς ἴσοις ἐπιτίμοιςἐπιτείμοις. κυρία ἡ διδασκαλική. ἔτους ιγ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Σεβαστοῦ κα. Πτολεμαῖος Παυσιρίωνος τοῦ Πτολεμαίου μητρὸς Ὠφε λοῦτος τῆς Θέωνος ἕκαστα ποιήσω ἐν τῷ ἐνιαυτῷ ἑνί . Ζωίλος Ὥρου τοῦ Ζωίλου μητρὸς Διεῦτος τῆς Σωκέως ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότοςἰδότος γράμματαγραμμα. ἔτους τρεισκαιδεκάτουτρισκαιδεκάτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Σεβαστοῦ κα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.