no image
DDbDP-text
List of Payments via HGV-meta
Linked by Trismegistos ID
TM 30670.
Each record below describes this same ancient text from a different angle.
καὶ ὁμοίως ἐξωδιάσθη ὑπʼ ἐμοῦ Ἀμμωνᾶ εἰς λόγον τῶν γεούχων. διὰ Σαραπάμμωνος τιμῆς πετροσελί νου Μακεδονικοῦ οὐγκίας α εἰς καταπό τιον ἵππων ἀθλητικῶν δραχμαὶ ω, τῇ γεούχῳ ὑπὲρ τιμῆς μίλτου ὁλκῆς μνῶν ε δραχμαὶ φ, τῇ αὐτῇ ὁμοίως ὑπὲρ τιμῆς κόλλης τεκτονικῆς εἰς τὸν κτίστην ὁλκῆς μνᾶς δ δραχμαὶ ρνβ, τῇ αὐτῇ ὁμοίως ὑπὲρ τιμῆς μίλτου μνῶν ι δραχμαὶ Α, Θωνίῳ ἰδίῳ ὁμοίως ὑπὲρ τιμῆς μίλτου ὁλκῆς μνῶν β εἰς τὸ Κόσμου δραχμαὶ σ, Ἐπαφροδείτῳ ὁμοίως ἰδίῳ ὑπὲρ κη ροῦ μνᾶς α δοθείσης τῷ πρίγκιπι δραχμαὶ ρ, τῷ γεούχῳ Σαραπίωνι κη ροῦ μνῶν δ δραχμαὶ υ, Ἡλιοδώρῳ ἰδίῳ ὑπὲρ τιμῆς κόλλης τε κτονικῆς εἰς τὸ Κόσμου μνᾶς 𐅵 δραχμαὶ τ, Εὐμενείῃ ἰδίᾳ εἰς γάμους Ἀπολ λωνίου ὑπὲρ τιμῆς λύχνων δραχμαὶ μ, Θωνίῳ ὁμοίως κόλλης τεκτονι κῆς μνᾶς δ δραχμαὶ ρνβ, Ζωίλῳ ἰδίῳ ὁμοίως κόλλης τεκτονι κῆς μνᾶς δ εἰς τροχοὺς ἵππων ἀθλητικῶν δραχμαὶ ρνβ, Σαραπίωνι γεούχῳ ἀγωνοθε τοῦντι ἐν τῇ Ἀντινόου πλάσματα λιβανωτοῦ ἀρι θμῷ δέκα δραχμαὶ ω.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.