no image
DDbDP-text
βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῆς καὶ Τρυφαίνης θεῶν Φιλοπατόρων Φιλαδέλφων ἔτους θ, τὰ δʼ ἄλλα τῶν κοινῶν ὡς ἐν Ἀλεξανδρείαι γράφεται, μηνὸς Ἀπελλαίου καὶ Φαῶφι ιε ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαΐδος. ἐμίσθωσεν Σαραπίων Ἀπολλωνίου Μακεδὼν τῶν κατοίκων ἱππέων Ἀπολλωνίωι τῶι καὶ Παν Ἰσχυρίωνος τοῦ καὶ Νεχθενείβιος Πέρσηι τῆς ἐπιγονῆς οἱ δύο ἀγυιᾶς Κλεοπάτρας Ἀφροδίτης ἀπὸ τοῦ κλήρου αὐτοῦ ἃς ἔχει περὶ Σεφὼ ἀρούρας δεκαπέντε εἰς τὸ ἔνατον ἔτος, ὥστε τὰς μὲν ἐν τῶι Διοκλέους κλήρωι ἀρούρας τρεῖς πυροσπορῆσαι, τῶν δʼ ἐν τῷ Φίλωνος ἀρουρῶν δεκάδυο τὸ μὲν ἥμισυ κριθῇ τὸ δʼ ἄλλο ἥμισυ φακῶι, ἐκφορίου κα θʼ ἑκάστην ἄρουραν ἐκ γεωμετρίας τοῦ δοθέντος εἰς σπορὰν σιτικοῖς ἀρταβῶν τεσσάρων . καὶ ὁμολογεῖ Ἀπολλώνιος ἔχειν παρὰ Σαραπίωνος εἰς σπέρματα καὶ τὴν ἄλλην τῆς κατασπορᾶς δαπάνην ἀδιαφόρους κριθῆς μὲν ἀρτάβας ἑπτὰ ἥμισυ , φακοῦ δὲ ἀρτάβας ἑπτὰ ἥμισυ , καὶ εἰς θρυοκοπίαν τῆς γῆς ἀναποδότους χαλκοῦ δραχμὰς χιλίας πεντακοσίας ἀκινδύνους καὶ ἀνυπολόγους ἀπὸ παντὸς κινδύνου. ἐπὶ δὲ τῶν ἐκφορίων πλὴν τῶν τελῶν, ἐάν τι πραχθῇ Ἀπολλώνιος εἰς τὸ βασιλικὸν ἢ εἰς ἕτερόν τι καθʼ ὁντινοῦν τρόπον ὑπὲρ Σαραπίωνος ἢ τῆς γῆς, ὑπολογείτω ἀπὸ τῶν ἐκφορίων, τῶν δὲ καρπῶν κυριευέτω Σαραπίων ἕως ἂν τὰ ἐκφόρια κομίσηται καὶ ἔτους θ μίσθωσιςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.