no image
DDbDP-text
Sale of a Loom via HGV-meta
Linked by Trismegistos ID
TM 20535.
Each record below describes this same ancient text from a different angle.
Ἀμμώνιος Ἀμμωνίου Τρύφωνι Διονυσίου χαίρειν. ὁμολογῶ πεπρακέναι σοι τὸν ὑπάρ χοντά μοι ἱστὸν γερδιακὸν πηχῶν γερδιακῶν τριῶν παρὰ παλαιστὰς δύο , οὗ ἀντία δύο , ἱστόποδες δύο , ἐπίμιτρον ἓν καὶ ἀπέχεινἐπιμνημονεύων ἔχειν παρὰ σοῦ διὰ τῆς ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπιείου Σαραπίωνος τοῦ Λόχου τραπέζης τὴν ἑσταμένην πρὸς ἀλλήλους τούτου τιμὴν ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσματος δραχμὰς εἴκοσι , καὶ βεβαιώσειν σοι τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἢ ἐκτείσειν σοι ἣν ἔσχον παρὰ σοῦ τιμὴν σὺν ἡμιολίᾳ καὶ τὸ βλάβος. κυρία ἡ χείρ. ἔτους ιδ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Καισαρείου ιε. Ἀμμώνιος Ἀμμωνίου πέπρακα τὸν ἱστὸν καὶ ἀπέχω τὴν τιμὴν τὰς τοῦ ἀργυρίου δραχμὰς εἴκοσι καὶ βεβαιώσωβεβαιώσωι καθότι πρόκιται. Ἡρα κλείδης Διονυσίου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἔτους ιδ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Καισαρείου ιε Σεβαστῇ. ἔτους τεσσαρεσκαιδεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Καισαρείου ιε Σεβαστῇ, διὰ τῆς Σαραπίωνος τραπέζης γέγονεν ἡ διαγραφή.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.