no image
DDbDP-text
Loan of Money via HGV-meta
Linked by Trismegistos ID
TM 22068.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκρά τορος ἔτους κζ, τοῖς τὸ ιγ μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλίου τοῦ λαμπροτάτου Παῦνι ιδ ἰνδικτίονος β. Φλαουίῳ Ἀναστασίῳ τῷ περιβλέπτῳ κόμετι καὶ τραπεζίτῃ τοῦ ἐνδόξου οἴκου ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιοι Γεώργιοςγεωριος καὶ Ἀνοῦπ ὁμογνήσιοι ἀδελφοὶ ἐκ πατρὸς Ἀνδρέου μητρὸς Στεφανοῦτος μηχανουργοὶ τοῦ αὐτοῦ ἐνδόξου οἴκου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι παρὰ τῆς ὑμῶν μεγαλοπρεπείας ἐξ ἡμετέρας παρακλήσεως ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου αὐτῆς εἰς ἰδίας ἡμῶν καὶ ἀναγκαίας χρείας χρυσοῦ νομισμάτια τέσσερα ἰδιωτικῷ ζυγῷ νομιτευόμενα, γίνονται χρυσοῦ νομισμάτια δ νομιτευόμενα, καὶ ὁμολογοῦμεν ταῦτα ἀπο δοῦναι τῇ ὑμῶν μεγαλοπρεπείᾳ μετὰ πάσης εὐχαριστίας ἐν τῇ πρώτῃ δόσει τοῦ ἡμῶν μισθοῦ τοῦ ἐνδόξου οἴκου ἐν τῷ Ἁθὺρ μηνὶ τῆς εἰσιούσης τρίτης ἐπινεμήσεως ἀνυπερθέτως κινδύνῳ τῶν ἡμῖν ὑπαρχόντων ὑποκειμένων εἰς τοῦτο. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Γεώργιος καὶ Ἀνοῦπανουα υἱοὶ Ἀνδρέου πεποιήμεθα τὸ γραμμάτιον τῶν νομισματίων δ ὡς πρόκειται. Παμούθιος υἱὸς Γεωργίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. di emu eteliouthe. γραμμάτιον Γεωργίου καὶ Ἀνοῦπ ἀδελφῶν ἐκ πατρὸς Ἀνδρέου μηχανουργῶν τοῦ ἐνδόξου οἴκου ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως χρυσοῦ νομισμάτια δ ἰδιωτικῷ ζυγῷ νομιτευόμενα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.