no image
DDbDP-text
Payment in Advance for Hay via HGV-meta
Linked by Trismegistos ID
TM 21708.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου εὐσε βεστάτου ἡμῶν δεσπότου Φλαουίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ια ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτουςτὸ ι Φαῶφι κγ ἰνδικτίωνος ια. Αὐρήλιος Φοιβάμμων φροντιστὴς υἱὸς Δαυεὶτ μητρὸς Μαρίας καὶ Παπνούθιος υἱὸς Μακαρίου μητρὸς Μαρίας καὶ Κυριακὸς υἱὸς Βίκτορος μητρὸς Στεφανοῦτος καὶ Ἰωάννης υἱὸς Ἰὼβ μητρὸς Ἄννας καὶ Φοιβάμμων ἀγροφύλαξ υἱὸς Μ οἱ πάντες ὁρμώμενοι ἀπὸ ἐποικίου Σωφροσύνης τοῦ Ὀξυρυγχίτου νομοῦ Αὐρηλίῳ Ἀβρααμίῳ μυλοκόπῳμυλο υἱῷ Σενουθίου ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι παρὰ σοῦ ἐντεῦθεν ἤδη χρυσοῦ νομίσματα δύο ἰδιωτικῷ ζυγῷ νομιτευόμενα εἰς τὴν συναρέσασαν ἡμῖν τιμὴν πλήρηπλήρης χόρτου ξηροῦ ζῷασῷα πεφορτισμέναπεφορτομένα πεντήκοντα, γίνονται χρυσοῦ νομίσματα β ἰδιωτικῷ ζυγῷ εἰς χόρτου ξηροῦ πεφορτισμέναπεφορτομένα ζῷα πεντήκοντα , ὅνπερ χόρτον εὐάρεστον μακροφυοῦν ἐν ἀγγάλαις ὁμολογοῦμεν παρασχεῖν σοι ἐν τῷ Φαρμοῦθι μηνὶ τῆς παρούσης ἑνδεκάτης ἰνδικτίονος ἐκ νέων καρπῶν τῆς σὺν θεῷ δωδεκάτης ἐπινεμήσεως ἀνυπερθέτως κινδύνῳ τῶν ἡμῖν ὑπαρχόντων ὑποκειμένων εἰς τοῦτο. κύριον τὸ γραμματεῖονγραμματῖον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιοι Φοιβάμμων καὶ Παπνούθιος καὶ Κυριακὸς καὶ Ἰωάννης καὶ Φοιβάμμων οἱ προγεραμμένοι πεποιήμεθα τοῦτο τὸ γραμματεῖον τῶν δύο νομισμάτων εἰς χόρτου ξηροῦ ζῷα πεφορτισμέναπεφορτομένα πεντήκοντα ὡς πρόκειται. Δαμιανὸς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. di emu Damianu eteleiothh. ρ Φοιβάμμωνος καὶ Παπνουθίου καὶ Κυριακοῦ καὶ Ἰωάννου καὶ Φοιβάμμωνος πρωτ κ ἐποικίου Σωφροσύνης χρυσοῦ νομισμάτων β ἰδιωτικῷ εἰς χόρτου ζῷα ν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.