no image
DDbDP-text
Darlehns - Schuldschein via HGV-meta
Linked by Trismegistos ID
TM 22332.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Οὐαλεντινιανοῦ Αὐγούστου καὶ Φλαυίου Οὐάλεντος Αὐγούστου. ος Φιλάμμων Ἑρμείου Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ἑξῆς ὑπογράφων Αὐρηλίωι Ὠκεανίωι Διοσκουρίδου πολιτευομένωι τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ δεδανεῖσθαιδεδανῖσθαι παρά σου εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν διὰ χειρὸς ἐξ οἴκου σου χρῆσιν κεφαλαίου μόνου χρυσοῦ νομισμάτια δεσποτικὰ εὐχάρακτα δίζῳδα δύο γίνονται χρυσοῦ νομισμάτια β. ἐφʼ ᾧτε τούτων ἀκεραίων ὄντων καὶ ἀκινδύνων δοῦναί σοι καθʼ ἕκαστον μῆνα ὑπὲρ λόγου ἀποτά κτου ἐπικερδίας χρυσοῦ γράμματος τρίτον τοῦ χρόνου λογιζομένου ἀπὸ τοῦ ἑξῆς μηνὸς Ἁθὺρ τῆς ἐνεστῶσης η ἔτους ἰνδικτίωνος ἀνυπερθέτως μέχριμεχρις ἀποδόσεως τῶν προκειμένων νομισ ματίων δύο ἃ καὶ ἀποδώσω σοι ὁπηνίκα ἐὰν αἱρῇ μετὰ καὶ τῆς συναχθησομένης ἐπικερδίας, γενομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. τὸ γράμμα κύριον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φαῶφι κε. Φιλάμμων ὁ προκείμενος ἔσχον τὰ τοῦ χρυσοῦ νο μισμάτια δύο καὶ ἀποδώσω μετὰ τῆς συναχθεισομένης ἐπι κερδίας ὡς πρόκειται. διʼ ἐμοῦ φιλοσαράπιδος ἐγράφη. χειρόγραφον Φιλάμμωνος Ἑρμείου ἀρSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.