no image
DDbDP-text
Contract of a Stonemason via HGV-meta
Linked by Trismegistos ID
TM 20773.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους δ, ὑπατείαςὑπατίας τῆς αὐτῶν γαληνότητος τὸ β, Παῦνι ιε, ἰνδικτίονος β. Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων ὀρδιναρίων καὶ πατρικίῳ, γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ καὶ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, Ἰωάννης κεφαλὴ τῶν λαοτόμων, υἱὸς Μηνᾶ μητρὸς Σάρας, ὁρμώμενος ἀπὸ ἐποικίου Νήσου Λευκαδίου τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ ὑμῶν ὑπερφυείᾳ. ὁμολογῶ ἐσχηκέναι παρʼ αὐτῆς ἐντεῦθεν ἤδη χρυσοῦ νόμισμα ἓν ἰδιωτικῷ ζυγῷ, γίνεται χρυσοῦ νομισμάτιον α ἰδιωτικῷ, καὶ ὑπὲρ τούτου ὁμολογῶ ἐνεγκεῖν εἰς τὸν λάκκον τοῦ αὐτῆς κτήματος ΤαρουσὲβΤαρουσθίνου λίθους μεγάλους διακοσίουςδιακοσιας δίχα ὑπερθέσεως τινός. κύριον τὸ ὁμολόγημα ἁπλοῦν γραφέν, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ἰωάννης, στοιχεῖ μοι. ἸοῦστοςἼσατος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. di emu IustuIsatu diaconu eteliothe. ὁμολόγημα Ἰωάννου κεφαλῆς τῶν λαοτόμων, υἱοῦ Μηνᾶ, ἀπὸ ἐποικίου Νήσου Λευκαδίου, χρυσοῦ νομίσματος α ἰδιωτικῷ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.