no image
DDbDP-text
Declaration of a Defensor in a case of Debt via HGV-meta
Linked by Trismegistos ID
TM 22018.
Each record below describes this same ancient text from a different angle.
Φλαούιος Ἑρμίας σχολαστικὸς καὶ ἔκδικος τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως. κατὰ τὴν σήμερον ἡμέραν ἥτις ἐστὶν δευτέρα τοῦ τῆς ἰνδικτίονος ἐπὶ παρουσίᾳ ἐμῇ Θεοφάνιος ὁ αἰδέσιμος σιγγουλάριος τῆς μεγάλης αὐγουσταλιανῆςαὐγουσταλειανῆς τάξεως συνέσχεν εσχεν Εὐστόχιον κατὰ βιβλίον αιτιασεως γενάμενον παρὰ Κοίλου ἐντολέως φ ὑπὲρ Μαξίμουμαξινου καὶ Ἰουλιανοῦ τῶν περιβλέπτων τρακτευτῶν, καὶ τραπεζιτῶν, καὶ τὸ βιβλίον τοῦ εἰρημένου Εὐστοχίου ἀπῄτει Θεοφάνιος ὁ αἰδέσιμος σιγγουλάριος τῆς μεγάλης αὐγουσταλιανῆςαὐγουσταλειανῆς τάξεως χρυσίου λίτρας δέκα ἀκολούθως τῷ ἐπιδοθέντι αὐτῷ βιβλίῳ. ἅμα δὲ παρεγένοντο Πέτρος υἱὸς τοῦ τῆς μακαρίας μνήμης Προζοκίου τῶν καθωσιωμένωνκαθοσιωμένων κλιβαναρίων καὶ Ἀμμωνιανὸς τῆς ἡγεμονικῆς τάξεως οἳ καὶ ἐγγυήσαντο αὐτὸν τὸν εἰρημένον Εὐστόχιον ἐπιζητούμενον ἕως τριακάδος τοῦ του παρόντος μηνὸς παραδώσειν καὶ ἐν ἀπράκτῳ καὶ ἐν ἐμπράκτῳ ἡμέρᾳ ἢ τὰς τοῦ χρυσίου δέκα λίτρας καταβαλεῖν. καὶ ἐπείπερ ἐξῄτησε γράμματα τῶν δοξάντων διʼ ἐκσφραγίσματοςἐξσφραγίσματος Θεοφάνιος ὁ αἰδέσιμος, τοῦτο τὸ ἐκμαρτύριον πεποίημαι μεθʼ ὑπογραφῆς ἐμῆς καὶ ἐκδέδωκα ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.