no image
DDbDP-text
Letter concerning Tax - Payments via HGV-meta
Linked by Trismegistos ID
TM 22008.
Each record below describes this same ancient text from a different angle.
τὰ γραφέντα παρὰ τῆς ὑμετέρας μεγαλοπρεποῦς καὶ πανσόφου φιλίας ἐδεξάμην διὰ Γεωργίου τοῦ περιβλέπτου αὐτῆς χαρτουλαρίου κατέβαλεν δὲ ἡμῖν καὶ τὰ νομίσματα δισχίλια δεκαέξ , καὶ ταῦτα κατετάξαμεν χίλια μὲν ὀκτὼ νομίσματα ὑπὲρ συμπληρώσεως τῆς πρώτης καταβολῆς Ὀξυρύγχων δωδεκάτης ἰνδικτίονος καὶ τὰ ἕτερα χίλια ὀκτώ , ὡς εἴρηται, ὑπὲρ συμπληρώσεως τῆς Κυνῶν τῆς αὐτῆς καταβολῆς δωδεκάτης ἰνδικτίονος, καὶ πρὸς τὸτω τὴν ὑμετέραν μεγαλοπρεπῆ καὶ πάνσοφον φιλίαν εἰδέναι ἐσήμανα. τὰ δὲ δύο ταπήτιαταπίτια παρακληθῇ συνήθως τὰ μέγιστά μοι χαριζομένη διὰ συντομίας πάσης ποιῆσαι καὶ πέμψαι μοι πρὸς τότω με συνήθως τὰ μέγιστα αὐτῇ εὐχαριστῆσαι. ἐδεξάμην δὲ διʼ αὐτοῦ Γεωργίου τοῦ περιβλέπτου καὶ τὴν σταλεῖσάν μοι παρʼ αὐτῆς μίαν ζυγὴν τῶν σαβάνων καὶ μίαν σινδονίων, καὶ ἐν τούτῳ ηὐχαρίστησα τῇ προαιρέσει αὐτῆς. ἐγράφη μηνὸς Ἁθὺρ θ ἰνδικτίονος ιβ τῆς αὐτῆς. ρας ΒαναSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.