no image
DDbDP-text
Letter of Diogenis to Didymas via HGV-meta
Linked by Trismegistos ID
TM 29021.
Each record below describes this same ancient text from a different angle.
Διογενὶς Διδυμᾷ τῶι τιμιωτάτῳ πλεῖστα χαίρειν. πρὸ παντὸς εὔχομαί σε ὑγιαί νειν μετὰ τῶν ἀβασκάντων σου παιδίων, καὶ τὸ προσκύ νημα ὑμῶν ποιῶ παρὰ τῷ μεγάλῳ Σαράπιδι εὐχομέ νη σοι τὰ κάλλιστακάλιστα πανοικεί. κα λῶς ποιήσεις κατεγγυήσαςκατενγυήσας τὸν χοῦν ὃν ἐξέσκαψεν Ἁ τρῆς ὁ γεωργός μου ἀπὸ τῶν ἐδαφῶν μου, καὶ μὴ ἄφιε ἐποικοδομῆσαιεποικοδημησαι ἕως ἂν παραγένωμαι. μελέτω σοι δὲ καὶ περὶ ὧν ἄλλων ἔχω παρὰ σοὶ μετεώρωνμεταιωρων ἐπι σχεῖν, ἵνα μὴ εὐκαταφρόνη τος γένωμαι διὰ τὴν ἀμέλει άν μου. ἀσπάζομαι πάντας οὓς ἡδέως ἔχεις ἀπόδος Διδυμᾷ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.