no image
DDbDP-text
Ὀρσενοῦφις καὶ Πεκῦσις ἀμφότεροι Πετοσίριος Πέρσαι τῆς ἐ πιγονῆς Θέωνι τῶι καὶ Θοώνει Θέωνος τῶν κατοίκων ἱππέων χαίρειν. ὁμολογοῦμεν ἔχειν παρὰ σοῦ ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπιείου ἃ καὶ διαγράφεται διὰ τῆς Ἡρακλείδου ἰδιωτικῆς τραπέζης τιμὴν πυροῦ στερεοῦ ἀκρίθου ἀρταβῶν τριάκοντα , ἃς καὶ ἀπο δώσομέν σοι ἐν τῶι Παῦνι μηνὶ τοῦ ἐνεστῶτος ἐνάτου ἔτους πυρὸν στερεὸν νέον καθαρὸν ἄδολον ἄκριθον μέτρῳ τοῦ τῆς πόλεως Σαραπιείου καταστήσαντες τοῖς ἰδίοις ἀνηλώμασιν οὗοἷς ἂν συντάσσῃς ἐπὶ τοῦ αὐτοῦ ἱεροῦ. ἐὰν δὲ μὴ ποιῶμεν καθὰ γέγραπται, ἐκτεί σομέν σοι διʼ ἐγγύων ἀλλήλων τιμὴν ἑκάστης ἀρτάβης ἧς ἐὰν μὴ ἀποδῶμενἀποδωσι χαλκοῦ δραχμὰς τετρακισχιλίας , τῆς πράξεως σοι οὔσης ἔκ τε ἀμφοτέρων καὶ ἐξ οὗ ἐὰν αἱρῆι καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων καθάπερ ἐκ δίκης, μὴ μενουσῶν ἡμῖν πίστεων καθʼ ὁντινοῦν τρόπον, τῶν δʼ ἐπενεχθησομένων ὑφʼ ἡμῶν ἀκύρων οὐσῶν. ἀγώγιμοίαγωγιμος σοι δὲ ἐσόμεθα ἐπί τε τοῦ προωνο μασμένου Σαραπιείου καὶ ἐπὶ παντὸς ἀσύλου καὶ ἄρχοντος καὶ ὅπου ἂν τῶι καθόλου περιπίπτῃς ἡμῖν. κυρία ἡ χεὶρ πανταχῆι ἐπιφερομένη καὶ παντὶ τῶι ἐπιφέροντι. ἔτους θ Φαῶφι κ. Ὀρσενοῦφις καὶ Πεκῦσις ἀποδώσομεν τὰς τοῦ πυροῦ ἀρτάβας τριάκοντα καθότι πρόκειται. Ἀμμώνιος Σωσιπάτρου γέγραφα ὑπὲρ αὐτῶν ἀξιωθεὶς διὰ τὸ μὴ ἐπίστασ θαι αὐτοὺς γράμματα. ἔτους θ Φαῶφι κ. ἔτους θ Φαῶφι κ, διὰ Ἡρακλείδου τραπέζης γέγονεν ἡ διαγραφή. ἔτους θ Φαῶφι, χειρόγραφον πυροῦ ἀρταβῶν λ Ὀρσενούφιός τε καὶ Πεκύσιος πρὸς Θέωνα τὸν καὶ Θοῶνιν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.