no image
DDbDP-text
Lease of Land at an increased Rent via HGV-meta
Linked by Trismegistos ID
TM 21941.
Each record below describes this same ancient text from a different angle.
ἐμισθωσάμην παρὰ Πτολεμαίου τοῦ καὶ Ἀστοπαρίσωνος καὶ Ἀμμωνίου τοῦ καὶ Ἡρακλείου ἀπὸ σιτικῶν ἐδαφῶν τῶν περὶ τὴν Ὄασιν ὑπαρχόντων τῆς Κλαυδίας Ἰσιδώρας ἀρούρας , ἃς ἔχουσι ἐν ταύτης μισθώσει, καὶ τὴν πρὸς τὸ ἐνεστὸς ἔτος κατασπορὰν τῶν δηλουμένων ἐδαφῶν ποιήσας καὶ ἐπικουρήσας τοῖς κατὰ τόπον γεωργοῖς τά τε σπέρματα καὶ τὰς δαπάνας, ἐποφθαλμιῶντες τοῖς ἔργοις μου Ἑρμογένης Πετενεφώτου καὶ Ἰσίδωρος , οὓς ἐγὼ κατὰ τὸ ἀνθρώπινον πρὸς τὴν τῶν πραγμάτων ὑπηρεσίαν ἐπωφέλησα χορηγήσας αὐτοῖς τὰ δέοντα, προσήνεγκαν διʼ ἧς ἐπέδωκαν αἱρέσεως ἄλλας ἐτησίας δραχμὰς διακοσίας . τοῦ ἑνὸς αὐτῶν Ἰσιδώρου ὑποβλήτῳ χρησαμένουχρησαμένω ὀνόματιγένους · ἥνπερ αἵρεσιν αὐτῶν ἀσπασάμενος καὶ μήτε ἔχειν μήτε παρέχειν πράγματα βουλόμενος ἠξίωσα παρʼ αὐτῶν ἀπολαβεῖν ἣν εἶχον παρʼ ἐμοῦ πρόχρειαν καὶ ἄλλα ἀναλώματα, λογοθετηθεὶς πρὸς αὐτοὺς μεταξὺμετοξὺ ἡμῶν καί τινων ἀνδρῶν ἀξιολόγων ἐξ ἀντικαταστάσεως γενομένης ἐπὶ τοῦ τοῦ νομοῦ στρατηγοῦ, οὖσαν ἐν ταλάντοις τρισὶ καὶ δραχμαῖς υ φ. τούτων δὲ ἀγνωμονούντων με καὶ μηδὲ πρὸς τὸ υπ καὶ μὴ ἀγνωμονήσαντες ᾗ πεποίημαι προχρείᾳ βῆμα ὑπαντησάντων προσφέρω κατὰ τῆς αἱρέσεως αὐτῶν ἄλλας ἐτησίας δραχμὰς Αφνβ τοῦ εἰς τοὺς φόρους εἰς συμπλήρωσιν ἐτησίου ταλάντου α καὶ δραχμῶν Γ, χωρὶς τῶν διὰ τῆς αὐτῆς αἱρέσεως δηλουμένων ἀποτάκτων ἐπὶ καὶ χρόνῳ τοῖς διὰ τῆς αὐτῆς αἱρέσεως αὐτῶν καὶ διαστολαῖς τηρουμένων. πάσαις. παρὼν δὲ ἐγὼ Αὐρήλιος Σαραπόδωρος ἐγγυῶμαι τὸν προκείμενον Ἥρωνα εἴς τε ἔκτεισιν τῶν φόρων καὶ ἐπιμέλειαν τῶν ἔργων, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἡ ἐπιδοχὴ κυρία. ἔτους ε Τῦβι λ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.