no image
DDbDP-text
Lease via HGV-meta
Linked by Trismegistos ID
TM 33485.
Each record below describes this same ancient text from a different angle.
ὧν ὑπὲρ ἐκφορίου ἀποτάκτου σίτου μὲν ἀρταβῶν ἓξ ἡμίσους ἀράκου δὲ ἀρταβῶν ἓξ ἡμίσους οὕσπερ συναγομένουςσυνεγομένους φόρους μετρήσω ὑμῖν τῷ Ἐπεὶφ μηνὶ κατʼ ἔτος ἀνυπερθέτως ἐν γένεσι νέοις καθαροῖς κεκοσκινευμένοις μέτρῳ Ἀθηναίῳ ἐφʼ ἁλωνίῳ τῆς αὐτῆς κώμης τῶν δημοσίων παντοίων τε χωμάτων ὄντων πρὸς ὑμᾶς τὰς γεούχους. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φαμενὼθ λ. Αὐρήλιος Μάνος Παησίου μεμίσθωμαι ὡς πρόκειται. Αύρήλιος Σιλβανὸς Κοπρέου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. διʼ ἐμοῦ Σερήνου ἐγράφη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.