no image
DDbDP-text
Letter to Didyme via HGV-meta
Linked by Trismegistos ID
TM 28986.
Each record below describes this same ancient text from a different angle.
Διδύμηι τῆι ἀδελφῇ καὶ κυρίαι χαίρειν. κόμισαι παρὰ τοῦ δούλου τοῦ στρατηγοῦ χειλωμάτιον ν ἐν ᾧ δύο τετραδέρματα καὶ ἱμάτιονἱματιο ατευο καὶ χείλωμα, καὶ παρὰ Διδύμου τοῦ ναυτικοῦ πανάριον ἐν ᾧ ὑαλαῖυλλαιὑάλαι λάγυνοι δ ὕγιαιὕγειαι καὶ ἱμάντα δεδεμένον εἰς τὸ πανάριον καλὸν καὶ γ σικάρια· ἐξ αὐτῶν σεαυτῇ ἓν ἆρον. καὶ παρὰ Κάρπου τοῦ δούλου Κλέωνος κόμισαι τὸ τοῦ παναρίου κλειδίον. ἐὰν δὲ σὺ μὴ δυνηθῇς ἀνοῖξαι τὸ πανάριον, δυσκό λως γὰρ ἀνοίγεται, δὸς τῷ κλειδοποιῷ καὶ ἀνοίξει σοι μελησάτω δέ σοι τῶν ἐν τῷ χειλώματι ἵνα μὴ σαπῇ. μὴ ὀλιγοψύχῃὀλιγοψύχει δὲ περὶ τοῦ ἐνοικίου, εἰσάπαξ γὰρ αὐτὸ λήμψῃ. περὶ πάντων τούτων εἰ ἐκομίσω δήλωσόν μοι διὰ τοῦ ναυτικοῦ, ἐὰν δὲ τι νός σοι χρεία ἦνἦνᾖ, δήλωσόν μοι. ἀσπάζομαι Ταυσεῖριν τὴν θυγατέρα καὶ Σαραπᾶν. ἔρρωσο, ἀδελφή. κ. Διδύμῃ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.