no image
DDbDP-text
Declaration of a Shipper via HGV-meta
Linked by Trismegistos ID
TM 21780.
Each record below describes this same ancient text from a different angle.
Διδύμῳ στρατηγῷ Ὀξυρυγχείτου παρὰ Ποσιδωνίου τοῦ καὶ Τριαδέλφου ναυ κλήρου χειρισμοῦ Νέας πόλεως πλοίων η ἀγωγῆς ἀρταβῶν μυριάδων δ . παρέλαβον παρελαβον καὶ παραμεμέτρημαι παρὰ Διοσκόρου Ὀννώφρι ος καὶ Διδύμου Παυσείριος σιτολόγωνσειτολόγων κάτω τοπαρχίας Ψώβθεως τόπων τὰς ἐπιστα λείσας μοι ὑπό τε σοῦ καὶ Ὡρίωνος τοῦ καὶ Ἀπί ωνος βασιλικοῦ γραμματέως τοῦ αὐτοῦ νομοῦ ἐξ ἀποστόλου τοῦ κρατίστου ἐπιτρόπου τῆς Νέας πόλεως ἀπὸ δημοσίων θησαυρῶν τῆς αὐτῆς κώμης εἰς Τῶμιν ποταμὸν πυροῦ γενήματος τοῦ διελθόντος ιθ ἔτους τῶν κυρίων Αὐτοκρατόρων Ἀντωνίνου καὶ Γέτα Εὐσεβῶν Σεβαστῶν ἀδόλου ἀβώλου ἀκρίθου ἀδιπατήτουἀδιπατήτουἀδιαπατήτου κεκοσ κινευμένου σὺν ἑκατοστῇ μιᾷ καὶ ἡμιαρ ταβίῳ ἀρτάβας χιλίαςχειλίας ὀκτακοσίας τεσσαράκοντα, γίνονται πυροῦ ἀρτάβαι ωμ, μέτρῳ δημοσίῳ μετρήσει τῇ κελευσθείσῃ των τῶν ποταμ πάντων ἃς καὶ κατάξω εἰς τὴν Ἀλεξάνδρειαν καὶ παραδώσω εἰς τὸν ἐν τῇ Νέᾳ πόλειτοῖς ἀσχολουμένοις τὸν χει ρισμὸν ὑγιῶς ἀκακουργήτους ἀπὸ πάσης ναυτικῆς κακουργίας τῷ ἐμαυτοῦ κινδύνῳκακουργίας κυρία ἡ αποχὴ τρισσὴ γραφεῖσαγραφεῖσα ἣν ἐξεδόμην σοὶ μὲν τῷ στρατηγῷ δισσὴδισσὴν τοῖς δὲ σιτολόγοις ἁπλῆμοναχήν. ἔτους κ Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Πουβλίου Σεπτιμίου Γέτα Βρεταννικῶν Μεγίστων Εὐσεβῶν ΣεβαστῶνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.