no image
DDbDP-text
Order for a Loan of Seed via HGV-meta
Linked by Trismegistos ID
TM 22577.
Each record below describes this same ancient text from a different angle.
πυροῦ ἀρτάβαι λδ γ η μη Αἰμίλιος Θέων στρατηγὸς Ἑρμοπολίτου σιτολόγοις Θότεως Θύνιος χαίρειν. μετρήσα τε συνεπιστέλλοντος Διονυσάμμωνος βασιλικοῦ γραμματέως Ἰουλίῳ Ἀκραβανῷ γεωργ ῷ διαπεμφθέντι ὑπὸ Ἰουλίου Ἡρω νιανοῦ τοῦ ἐπὶ τῆς εἰρήνης ἐπεὶ ᾐτήσατο ἐπισταλῆναι τοῖς σιτολόγοις τοῖς προειρημένοις τα καὶ τἆλλα σὺν τοῖς ς μηνὸς Φαῶφι τοῦ ἐνεστῶτος ζ ἔτους τὰς ἐπὶ τὸ αὐτὸ πυροῦ ἀρτάβας λε, ὑπο λογήσαντες ὑπὲρ ἑκατοστῆς α 𐅵 διαφόρου μέ τρου καινοῦ παρὰ τὸ παλαιὸν ἀρτάβην μη προστεθ τῷ κυριακῷ λόγῳ, λοιπαὶ πυροῦ καθαροῦ ἀδόλου ἀβόλου ἀδιπατήτου κεκοσκινευμένου μέ τρῳ δημοσίῳ μετρήσι τῇ κελευσθείσῃ ἀρτάβαι λδ γ η μη, παραλάβετε τὰς συν ήθεις ἀποχὰς δισσὰς γραφομέ νας, ἀνάδοτέ μοι τὴν ἕτεραν. ἔτους ζ Αὐτοκρατορόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστῶν Φαῶφι ιϛ Αἰμίλιος Θέων στρατη γός, μετρήσατε τὰς πυροῦ ἀρτάβας τριάκον τα τέσσαρας τρίτον ὄγδοον τεσσαρακοστόγδοον γίνονται πυροῦ ἀρτάβαι λδ γ η μη Διονυσάμμων βασιλικὸς γραμματεύς, μετρήσατε τὰς πυροῦ ἀρτάβας τριάκοντα τέσσαρας τρίτον ὄγδοον τεσσερακοστὸν ὄγδοον γίνονται πυροῦ ἀρτάβαι λδ γ η μηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.