no image
DDbDP-text
Petition for Relief via HGV-meta
Linked by Trismegistos ID
TM 20771.
Each record below describes this same ancient text from a different angle.
τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ φιλοχρίστῳ φιλοπτώχῳφιλοπτόχῳ παν ευφήμῳ ὑπερφυεστάτῳ πατρικίῳ καὶ δουκὶ τῆς Θηβαίων χώρας Ἀπίωνι παρὰ Ἀνοὺπ ἐλεεινοῦ ὑμετέρου δούλου ἀπὸ τοῦ διαφέροντος αὐτῇ κτήματος καλουμένου Φάκρα. οὐδὲν ἄδικον ἢ ἀσεβὲς κέκτηται ὁ ἔνδοξος οἶκος τοῦ ἐμοῦ ἀγαθοῦ δεσπότου, ἀλλʼ ἀεὶ μεστός ἐστι ἐλεημοσύνης ἐπιρρέωνἐπιρέον τοῖς ἐνδεέσινἐδέεσιν τὰ χρειώδηχριώδη. ὅθεν καὶ ἐγὼκἀγὼ ὁ ἐλεεινὸς δοῦλος τοῦ ἐμοῦ ἀγαθοῦ δεσπότου διὰ ταύτης μοῦ τῆς παρούσης δεήσεωςδεησεήσεως ἐλεηθῆναί μοι βούλομαι γνῶναι τὴν ὑμετέραν δεσποτείανδεσποτίαν ὡς ἐκ πατέρων καὶ ἐκ προγόνων δουλεύειν τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ πληρῶσαι ἐτησίως τὰ δημόσια· καὶ θεοῦ βουλήσει ἐπὶ τῆς παρελθούσης ἑνδεκάτης ἰνδικτίονος καὶ τῆς παρελθούσης δεκάτης τεθνάναιθεθνάναι τὰ ἐμὰ κτήνηκτηναι, καὶ χρυσίον οὐκ ὀλίγον ἐδανεισάμηνἐδανισάμην νομίσματα ιε ἕως ὅτε δυνηθῶ ἀγοράσαι τὰ αὐτὰ κτήνη. καὶ ἀλλʼ ὅτε προσῆλθον τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ καὶ ἐλεῆσαί με ἐλθόνταἐλθον ἐνταῦθα, οἱ διαφέροντες τοῦ ἐμοῦ δεσπότου οὐκ ἠνέσχοντοἠνεσχετο ποιῆσαι κατὰτατα τὴν κέλευσιν τοῦ ἐμοῦ ἀγαθοῦ δεσπότου. ἐὰν γάρ, δέσποτα, μὴ καταλάβῃκαταλάβεͅ με ὁ ἔλεός σου, οὐ δύνομαι σταθῆναι ἐν τῷ ἐμῷ κτήματι καὶ χρησιμεῦσαι τοῖς γεουχικοῖςγεουχοκοις πράγμασιν. καὶ παρακαλῶ καὶ κατακελεύωκατικελεύω τὴν ὑμετέραν δεσποτείανδεσποτίαν προστάξαι ἐλεηθῆναί με, ἐπειδὴ εἰς μεγάλην ἀνατροπὴν ἦλθον. οὐκ ἔχω γὰρ ἄλλην κατα φυγὴν εἰ μὴ τὴν τοῦ δεσπότου Χριστοῦ καὶ τῆς ὑμετέρας ὑπεροχῆς. καὶ ὕμνους ἀθανάτους ἀναπέμψω τῷ δεσπότῃ Χριστῷ ὑπὲρ τῆς ζωῆς τῆς ὑμετέρας δεσποτείαςδεσποτίας καὶ τοῦ ὑπερφυεστάτου αὐτῆς υἱοῦ Στρατηγίου δεσπότου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.