no image
DDbDP-text
Census Returns via HGV-meta
Linked by Trismegistos ID
TM 21539.
Each record below describes this same ancient text from a different angle.
τ ου ιος ικους ἀναγραφέντας προβολαρι ης κατὰ τὰ κελευσθέντα ὑπὸ τϙβ Πολυδεύκει γραμματεῖ μητροπόλεως καὶ Ὅρμου παρὰ ΣεμθέωςΣενθέως Ἡφαιστᾶτος τοῦ Πανάσεως μητρὸς Νε μεσοῦτος Ἡρακλείου τῶν ἀφʼ Ἡρακλέους πόλεως κατοίκων ἀναγραφομένου ἐν τῇ πρότερον Ἀρείου ἀμφοδαρχίᾳ.ἐπὶ Ῥοδαρίου ἀμφόδου. ἀπογράφομαι πρὸς τὸ ιϛ ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατὰ τὰ κελευσθέντα ὑπὸ Φλαυίου Τιτιανοῦ τοῦ κρατίστου ἡγεμόνος εἰς τὸ ὑπάρχον μοι μέρος οἰκίας πλησίον τοῦ Ἁρψεντήσιος· εἰμὶ δὲ ὁ ΣεμθεῦςΣενθεῦς ὁ κάτοικος ἐτῶν λθ καὶ ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ τύχην καὶ θεὸν Ἡρακλέα ἐξ ὑγιοῦς καὶ ἐπʼ ἀληθείας ἐπιδεδωκέναι τὴν προκειμένην ἀπογραφὴν καὶ μηδὲν διεψεῦσθαι μηδὲ ὑπε στάλθαι τι τῶι καθόλου μη δέ τινα παραλελοιπέναι ὀ φειλόμενον ὑπʼ ἐμοῦ ἀπογραφῆναι ἢ ἔνοχος εἴην τῶι ὅρκῳ. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ ΣεβαστοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.