no image
DDbDP-text
Census Return via HGV-meta
Linked by Trismegistos ID
TM 22450.
Each record below describes this same ancient text from a different angle.
α παρὰ Στεφάνου Στεφάνου καὶ ὡς χρηματίζω Ὀ ξυρύγχων πόλεως. κατὰ τὰ κελευσθέντα ὑπὸ Φλαυίου Τιτιανοῦ τοῦ κρατίστου ἡγεμόνος ἀπογράφομαι πρὸς τὴν τοῦ διελθόντος ιϛ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν απογρ ἐμαυτὸν ἀπογραφόμενον εἰς οἰκίαν πρότερον Τνεφερσόιτος Σαρα καὶ Α Θώνιος καὶ ἄλλων ἐπʼ ἀμφόδου Δρόμου Θοήριδος αὐτὸς ἐγὼ Στέφανος ὁ προγεγραμμένος ἄτεχνος οὐλὴ καταγινόμενος ἐν ἡμίσει μέρει οἰκίας πρότερον Εὐδαιμονίδος Ἀμμωνίου ἐπʼ ἀμφόδου Βορρᾶ Δρόμου ἐτῶν ιζ. γίνεται ἀνὴρ α. καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Τραιανὸν Ἁδριανὸν Σεβαστὸν ἐξ ὑγιοῦς καὶ ἐπʼ ἀληθείας ἐπιδεδωκέναι τὴν προκειμένην ἀπογραφὴν καὶ μηθὲν διεψεῦσθαι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Τῦβι ιϛ. Στέφανος Στεφάνου ἐπιδέδωκα καὶ ὀ μώμοκαὀμόμεκα τὸν ὅρκον. χρόνος ὁ αὐτός.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.