no image
DDbDP-text
Declaration on Oath from a νυκτοφύλαξ via HGV-meta
Linked by Trismegistos ID
TM 21536.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλωνίῳ στρατηγῷ Ὀάσεως Ἑπτανομίας Χαιρήμων Ἰναρωοῦτος μητρὸς Θαήσιος τῆς Παλώχεως. δοθεὶς ὑπὸ τοῦ τῆς Λευκ κωμάρχου εἰς νυκτοφυλακίαν τῆς αὐτῆς πόλεως ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τύχην ἀντιλήψεσθαι τῆς χρείαςχρίας ὑγιῶς καὶ πιστῶς εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι. παρεσχό μην δὲ ἐνγυητὴν εἰς τοῦτο Ἰναρωοῦν Ἰναρωοῦτος μητρὸς Ἡρακλείας ἀπὸ τῆς αὐτῆς πόλεως, ὃς καὶ αὐτὸς παρὼν ὀμνύει τὸν ἑαυτοῦ υἱὸν ἐνγυᾶσθαι τὸν Χαιρήμονα ἐκ τελοῦντα τὴν νυκτοφυλακίαν, ὡς πρόκειται. εἰ δὲ μή, ἐγὼ αὐτὸς τὸν ὑπὲρ αὐτοῦ λόγον ὑπομενῶ, ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους κ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ μεγίστου Βρεταννικοῦ μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Χαιρήμων ὁ προκείμενος ὀμνύω ἀντιλήμψεσθαι τῆς χρείαςχρίας ὑγιῶς καὶ πιστῶς εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι η κSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.