no image
DDbDP-text
Receipt for Payment in advance for Wine via HGV-meta
Linked by Trismegistos ID
TM 21520.
Each record below describes this same ancient text from a different angle.
ὁμολογῶ ἔχειν παρὰ σοῦ διὰ χειρὸς τιμὴν οἴνου κεραμίων τετραχόων λε γομένων πόσων εἰς ἅ παρέξομαι κοῦφα καὶ ἀποδώσω σοι τῶι Ἁθὺρ μηνὶ τοῦ εἰσιόντος ε ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μέτρωι ἐν ἡλι αστηρίωι οἰνικῶι Θέωνος τοῦ ἀδελφιδοῦ σου περὶ τὸ Μονίμου ἐποίκιον ἐν ἡλιαστηρίωι τοῦ αὐτοῦ ἀπὸ γενήματος δ ἔτους τοῦ ἐνεστῶτος δ ἔτους ἀμπελῶνος τοῦ αὐ τοῦ ἀδελφιδοῦ σου ὃν ἔχω ἐν μισθώσει ἀφʼ ἧς ἐὰν αἱρῇ λήνου ἀνυπερθέτως. εἰ δὲ μὴ, ἐκτείσω σοι τὴν ἐπὶ τοῦ καιροῦ διπλῆν τιμὴν διπλῆν σὺν τόκοις διδραχμιαίοις γεινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ τῶν ὑπαρχόντων μοι πάντων. κυρία ἡ ἰδιόγραφός μου χείρ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.