no image
DDbDP-text
Sale of a Female Slave (?) via HGV-meta
Linked by Trismegistos ID
TM 22583.
Each record below describes this same ancient text from a different angle.
ὁμολογῶ πεπρακέναι σοι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσάν μοι δούλην οὖσαν εἰς τὸ ἐνεστὸς ἔτος ἐτῶν γ μελίχρουν τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνη μένης ἀργυρίου νομίσματος τάλαντα κοντα, ἅπερ αὐτόθι ἀπέ σχον διὰ χειρὸς πλήρη, ἐφ ᾧ δε ἐπικρατεῖν καὶ κυριεύειν τοῦ πεπραμένου καὶ ἐξουσίαν ἔχειν διοικεῖν καὶ οἰκονομεῖν περὶ αὐτῆς, ὡς ἐὰν αἱρῇ, τῆς βεβαιώσεως ἐξακολουθούσης μοι διὰ παντός. ἡ ἀσφάλεια χειρόγραφος ἥδε ἐφʼ ὑπο γραφῆς τοῦ ἑξῆς ὑπὲρ ἐμοῦ ὑπογράφοντος κυρία ἔστω ὡς ἐν δη μοσίῳ κατακειμένη καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Στατίου Ἀνδρονίκου καὶ Πομπηίου Πρόβου τῶν λαμπροτάτων ἐπάρχων τοῦ ἱεροῦ πραιτωρίου Χοιὰκ Αὐρήλιος ΛιβεράλιοςΛιβελάριος ὁ προκείμενος ε νης καὶ ἀπέσχον τὰ προκείμενα ἀργυρίου νομίσματος τάλαντα κοντα καὶ βεβαιώσω σοι πάσῃ βεβαιώσει ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος ος ἄρξας, ΑὐρήλιοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.