no image
DDbDP-text
Petition to the Prefect via HGV-meta
Linked by Trismegistos ID
TM 18863.
Each record below describes this same ancient text from a different angle.
Πομπωνίωι Ἰανουαριανῶι τῶι διασημο τάτῳ ἡγεμόνι παρὰ Αὐρηλίων Πμέρσι ος καὶ τῶν ἄλλων νεκροτάϕων ἀπὸ τοπαρ χίας Κύσεως τῆς Ἱβιτῶν πόλεως τῆς με γάλης Ὀάσεως. εἰ καί τινες ἄλλοι, ἡγεμὼν δέσποτα, βίαν πάσχουσι, ἀλλόϕυλοι μᾶλλον οἵτινες διὰ τὰς ἀσθενείαςἀσθενίας τῆς ϕύσεως πολ λὰ πάσχουσι ὑπὸ τῶν δυνατωτέρων. ἡμεῖς τοίνυν πολλὰ πάσχοντες συνεχῶς ὑπὸ τῶν προσιόντων καὶ μὴ δυνάμενοι ἀπαντᾶν πρὸς τοὺς κατὰ καιρὸν γινομένουςγεινομένους ἡμῖν εἰς λόγους, ὑπό τε τῶν προκειμένων καὶ ἄλλων προειμένοι, δέσποτα, ἀξιοῦμεν εδιιε ωδ κω λῦσαι τὴν καθ’ ἡμῶν γινομένηνγεινομένην βίαν ἵν’ ὦμεν εὐεργετημένοι καὶ εἰς ἀεὶ τῇ μεγάλῃ σου τύχῃ χάριτας τὰς μεγίστας ὁμολο γήσωμενὡμολογήσωμεν. διευτύχει. Αὐρήλιοι Πμάρσις καὶ οἱ λοιποὶ δι’ ἐμοῦ τοῦ προκειμένου ἐπιδεδώκαμεν. ἔγραψα ὑπὲρ αὐτῶν Αὐρήλιος Σαραπίων Σαρα πίωνος ἀξιωθείς. ἔτους β Φαμενωθ ια. εἴ τινα καταλάβοι ὁ διακείμενος ἐν τῇ Ἱβι τῶν πόλει ὁ ἑκατόνταρχος ὧν προϕέρε σθε ϕροντίσειϕροντίσι ἐπ’ ἐμὲ ἀνοῖσαιἀνῦσαι. κόλλημα πη τόμου β.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.