no image
DDbDP-text
Darlehen (selbständige Bankdiagraphe) via HGV-meta
Linked by Trismegistos ID
TM 12479.
Each record below describes this same ancient text from a different angle.
ἔτους δευτέρου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Φαῶφι ιθ, διὰ τῆς πρὸς τῷ θεάτρῳ Μα εῦτος τραπέζης. Ἀφροδίσιος Διοσκόρου Σαραπίωνι Δη μητρίου ἀπελευθέρου Ταμύσ θας μητρὸς Διοδώρας ἀπὸ ἀμ φόδου Γυμνασίου ὡς ἐτῶν λ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ καὶ Ἰσχυ ρίωνι Ἡρώδου τοῦ Θεογίτο νος ἀπὸ ἀμφόδου Σεκνε πτυνίου ὡς ἐτῶν κε οὐλὴ δακτύλῳ τρίτῳ χειρὸςχιρὸς ἀριστερᾶς τοῖς β ἀλλήλων ἐγγύοις εἰς ἔκτισινἔκτεισιν ἔχειν ἀὐ τοὺς παρὰ τοῦ Ἀφροδισίου χρῆσιν κεφαλαίου ἀργυρίου δραχμὰς ἑκατὸν ὀκτὼ τόκου δραχμιαίου τῇ μνᾷ κατὰ μῆνα, ἃς καὶ ἀποδώσουσι μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως. Σαραπίων Δημητρίου καὶ Ἰσχυρίων Ἡρώδους ἀλλήλων ἔνγυοι εἰς ἔκτισιν ἔσχομεν παρὰ τοῦ Ἀφροδισίου τὰς τῆς χρήσεως κεφαλαί ουκεφαλέου ἀργυρίου δραχμὰς ἑκατὸν ὀκτώ , ἃς καὶ ἀποδώσομεν ἐξ ἀλληλενγύης ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους καθὼς πρόκιται. Σαραπίων ἔγραψα τὰ πλεῖστα. Ἰσχυρίων Ἡρώδου συνέσχον καὶ συναποδώσω τὰς δραχμὰς τὰς ἑκατὸν ὀκτὼ καθὼςκαθὸς πρόκειταιπρόκιται. προ σερετυλλ δραχμ ρηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.