no image
DDbDP-text
Loan on Security via HGV-meta
Linked by Trismegistos ID
TM 12058.
Each record below describes this same ancient text from a different angle.
ἃς καὶ ἐπάναγκον ἀποδώσει ὁ ὁμολογῶν τῶι Σαραπίωνι ἐν μηνὶ Σωτηρίωι τοῦ ἐνεστῶτος ἕκτου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας. ἐὰν δὲ μὴ ἀποδῷ ὁ ὁμολο γῶν τὰς τοῦ ἀργυρίου δραχμὰς καθʼ ἃ γέ γραπται, ἀποτισάτωι τῶι Σαραπίωνι παρα χρῆμα τὸ ἀργύριον μεθʼ ἡμιολίας καὶ τό κων, γινομένης τῶι Σαραπίωνι τῆς πράξεως ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθάπερ ἐκ δίκης καὶ μὴ ἐξέστω τῷ ὁμο λογοῦντι ἀπὸ τοῦ νῦν μήτε πωλεῖν μηδὲ ὑποτίθεσθαι μηδʼ ἄλλως κατα χρηματίσαι τὸ ὑπάρχον αὐτῶι τέταρτον μέρος ψιλοῦ τόπου ἐν κώμῃ Καρανίδι μέχρι οὗ ἀποδοῖἀποδῆ τὸ προκείμενον ἀργύριον. ὑπογραφεῖς τοῦ μὲν ὁμολογοῦντος Πασίων Πτολεμαίου ὡς ἐτῶν λδ οὐλὴ πήχειπήχι ἀριστερῷ ὑπτίωι, τοῦ δʼ ἄλλου Ἰσίδωρος Ἀλεξάνδρου ὡς ἐτῶν ξϛ οὐλὴ γόνατι δεξιῶι. Πα πέεις Ψενοβάστιος Πέρσης τῆς ἐπιγονῆς ὁμο λογῶὁμολογῶι ἔχειν παρὰ Σαραπίωνος τοῦ Σαραπίωνος χρῆσιν ἀργυρίου δραχμῶν τεσσαράκοντα ἃς καὶ ἀποδώσωἀποδώισωι ἐν μηνὶ Σωτηρίωι τοῦ ἐνεστῶτος ἕκτου ἔτους ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Πασίων Πτολεμαίου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Σεραπίων Σεραπίωνος γέγονε εἴςἴς με ἡ ὁμολογία καθὼς πρόκιται. ἔγρα ψεν ὑπὲρ αὐτοῦ Ἰσίδωρος Ἀλεξάνδρου μὴ εἰδότος γράμματα. ἔτους ϛ Δομιτιανοῦ μηνὸς Δομιτιανοῦ κγ ἀναγέγραπται διὰ τοῦ ἐν Ἱερᾶι Νήσωι γραφείου. ὁμολογία Παπέειτος πρὸς Σαραπίωνα χρήσεως ἀργυρίου δραχμῶν μSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.