no image
DDbDP-text
Giuramento via HGV-meta
Linked by Trismegistos ID
TM 21432.
Each record below describes this same ancient text from a different angle.
Οὐαλερίωι Ἁτρῆς Μενχίους πράκτωρ ἐν κλήρῳ σιτικῶν διὰ δημοσίων γεωργῶν καὶ ης Ἥρωνος πράκτωρ ἀργυρικῶν, ἀμφότεροι κώμης Φιλαγρίδος· ὀμνύομεν τὴν Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστῶν τῶν κυρίων τύχην προσεδρεύειν τῷ ἱερωτάτῳ βήματι τοῦ λαμπροτάτου ἡμῶν ἡγεμόνος Κλαυδίου Ἰουλιανοῦ καὶ ὑπακούειν, ὅπου ἐὰν ἐπικη ρυχθῶμεν, ἢ ἔνοχοι εἴημεν τῷ ὅρκῳ. παρέσχομεν δὲ ἑαυτῶν ἐνγυητὴν Πυν Διδᾶ τοῦ Πα ἀπὸ τῆς ἡμετέρας κώμηςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.