no image
DDbDP-text
Affitto di Satiro e Polione via HGV-meta
Linked by Trismegistos ID
TM 12382.
Each record below describes this same ancient text from a different angle.
Πτολλαρίωνι υἱῷ Πτολλαρίωνος γεγυμνασιαρχηκότος καὶ Γεμείνῳ γεγυμνασιαρχηκότι καὶ Ἀματίῳ τῷ καὶ Παυλείνῳ ἀμφοτέροις Πάτρωνος γεγυμνασιαρχηκότος, τῷ δὲ Γεμείνῳ ἀπόν τι διὰ τοῦ Ἀματίου τοῦ καὶ Παυλείνου παρὰ Σατύρου Ἡρακλείδου τοῦ Ἡρακλάτου ἀναγραφομένου ἐπʼ ἀμφόδου Ταμείων καὶ τοῦ υἱοῦ Πωλίωνος τῶν δύο . βουλόμε θα μισθώσασθαι παρʼ ὑμῶν εἰς ἔτη τέσ σαρα ἀπὸ τοῦ ἐνεστῶτος δεκάτου ἔτους τὰς ὑπαρχούσας ὑμῖν, τῷ μὲν Πτολλαρίωνι κατὰ τὸ ἥμισυ μέρος, τοῖς δὲ δυσὶ κατὰ τὸ λοιπὸν ἥμισυ μέρος περὶ κώμην Θεογο νίδα κλήρου ἀρούρας ὀκτώ , ἢ ὅσαιὅσας ἐὰν ὦσι, τῷ μὲν πρώτῳ καὶ τρίτῳ ἔτειἔτι εἰς σπορὰνπορὰν χόρτου καταβρώματος προβάτων ἄνευ φόρου, τῷ δὲ δευτέρῳ καὶ τετάρτῳ ἔτειἔτι εἰς σπορὰνπορὰν πυροῦ, ἐκφορίου ἐπὶ τὴν διετίαν κατʼ ἔτος σὺν αἷς λήμψομαι σπερμάτων πυροῦ ἀρτάβαις ὀκτώ , τοῦ παντὸς κατʼ ἔ τος ἐπὶ τὴν διετίαν πυροῦ ἀρταβῶν ἑ κατὸν εἴκοσι , μέτρῳ ἑξαχοινίκῳἑξαχοινείκῳ θη σαυροῦ Πτολλαρίωνος καὶ ἑτέρων, πάν των ἀνυπολόγων καὶ ἀκινδύνων, ἄ γοντες τὰ τῶν ἀρούρων ἔργα πάντα ὅ σα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, καὶ τὰ ἐκφόρια ἀποδώσομεν κατʼ ἔτος μη νὶ Παῦνι ἐφʼ ἅλῳ νέα καθαρὰ ἄδολα, τῆς με τρήσεως γινομένης διά τινος τῶν ὑμῶν, πρὸς ὑμᾶς ὄντων τῶν κατʼ ἔτος φορέτρωνφολέτρων ἐπισπουδασμοῦ, τῆς δὲ παραγωγῆς τῶν ἐκφο ρίων πρὸς ἡμᾶςὑμᾶς, καὶ μετὰ τὸν χρόνον παρα δώσομεν τὰς ἀρούρας καθαρὰς ἀπὸ θρύου κα λάμου ἀγρώστεως δείσηςδίσης πάσης. ἐὰν φαίνηται μισθῶσαι. ἔτους ι Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, Ἁθὺρ ια.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.