no image
DDbDP-text
Affitto di Tolemeo e altri via HGV-meta
Linked by Trismegistos ID
TM 12375.
Each record below describes this same ancient text from a different angle.
Πτολλαρίωνι υἱῷ Πτολλαρίωνος γεγυμνασιαρχηκότος ἀφήλικι διὰ ἐπιτρόπου Σαβείνου γεγυμνασιαρχηκότος παρὰ Πτολεμαίου Θεογίτωνος τοῦ Θεογίτωνος ἀπὸ ἀμ φόδου Ταμείων καὶ τοῦ υἱοῦ Ἁρποκρατίωνος καὶ Σαβεί νου Πάτρωνος τοῦ Ἀπίωνος καὶ Ἰσιδώρου Ἀρέου τοῦ Πτο λεμαίου, τῶν δύο ἀπὸ ἀμφόδου Θαραπείας, τῶν τεσσά ρων . βουλόμεθα μισθώσασθαι παρά σου εἰς ἔτη τέσσερα ἀπὸ τοῦ εἰσιόντοςισιοντοςἐνεστῶτος ἕκτου ἔτους Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν τὸ ὑπάρχον σοι μέρος ἀρουρῶν ἐξ ἴσου ἥμισυ ἃς ἔχεις περὶ κώμην Κερκῆ σιν κλήρου ἀρουρῶν ἑπτά , περὶ δὲ κώμην Κερκε σῆφιν κλήρου ἀρούρας δέκα πέντε , πάντων, ἢ ὅ σων ἐὰν ὦσι· τὸ μὲν πρῶτον καὶ τρίτον ἔτος ἀρούρας μὲν τρεῖςτρῖς ἥμισυ εἰς σπορὰνπορὰν ὧν ἐὰν αἱρώμεθα πλὴν πυροῦ, τὰς δὲ λοιπὰς εἰς σπορὰνπορὰν χόρτου καταβρώματος βοῶν, φόρου ἐπὶ τὴν διετίανδιετείαν κατʼ ἔτος ἀσπερμεὶ τῶν μὲν περὶ Κερκῆσιν ἀργυρίου δραχμῶν ἑκατὸν τεσσαράκοντα , τῶν δὲ περὶ Κερκεσῆφιν ἀργυρίου δραχμῶν ἑκατὸν πεντήκοντα · τὸ δὲ δεύτερον καὶ τέταρτον ἔτος εἰς σπορὰνπορὰν πυροῦ, ἐκφορίου ἐπὶ τὴν διετίανδιετείαν κατʼ ἔτοςκαὶ τέταρτον ἔτος om σὺν αἷς λημψόμεα σπερμάτων τῶν μὲν περὶ Κερκῆσιν πυροῦ ἀρτάβαις τρισὶ ἥμισυ , τοῦ παντὸς πυροῦ ἀρταβῶν πεντήκοντα δύο ἡ μίσους , τῶν δὲ περὶ Κερκεσῆφιν πυροῦ ἀρτά βαις ἑπτὰ ἥμισυ , τοῦ παντὸς πυροῦ ἀρταβῶν ἐνενή κοντα μιᾶς , μέτρῳ τετραχοινίκῳ ἰδίῳ σου, καὶ θαλλοῦ κατʼ ἔτος τυρῶν β, οἰῶν τεσσαράκοντα , πάντων ἀνυπολόγων καὶ ἀκινδύνων, ἄγοντες τὰ κατʼ ἔτος τῶν ἀρουρῶν ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, καὶ τὰ ἐκφόρια ἀπο δώσομεν κατʼ ἔτος μηνὶ ΠαῦνιΠῦνι ἐφʼ ἅλῳ νέα κα θαρὰ ἄδολα, τῆς μετρήσεως γινομένης διά τινος τῶν σῶν, τὸν δὲ φόρον μηνὶ Φαρμοῦθι, πρὸς ἡμᾶς ὄντων τῶν κατʼ ἔτος φορέτρωνφολέτρων ἐπισπουδασμοῦ, τῆς δὲ παραγωγῆς τῶν ἐκφορίων πρός σε· καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὰς ἀρούρας καθαρὰς ἀπὸ ἀγρώστεως δείσης πάσης. ἐὰν φαίνηται μισθῶσαι. Πτολεμαῖος ὡς ἐτῶν μζ, οὐλὴ ἀντικνημίῳ ἀριστερῷ Ἁρποκρατίων ὡς ἐτῶν κβ, οὐλὴ γόνατι ἀριστερῷ Σαβεῖνος ὡς ἐτῶν κη, οὐλὴ δακτύλῳ τρίτῳ χειρὸςχιρὸς ἀριστερᾶς Ἰσίδωρος ὡς ἐτῶν κγ, οὐλὴ ἀντικνημίῳ ἀριστερῷ. ἔτους ϛ Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν, Μεσορὴ κη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.