no image
DDbDP-text
Application for Lease of a Palm Grove via HGV-meta
Linked by Trismegistos ID
TM 12056.
Each record below describes this same ancient text from a different angle.
ΣωκράτειΣωκράτους ΣαραπίωνοςΣαπίωνος κληρούχῳ ϙ κληρουχίας παρὰ Πεθέως τοῦ Κολλούθου ἀπὸ κώμης Καρανίδος. βούλομαι μισθώσασθαι εἰς ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος ιδ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου σπορὰς καὶ καρποὺς δύο ἃς γεωργεῖς ἐκ τῆς αὐτῆς κληρουχίας περὶ Πατσῶντιν βασιλικῆς γῆς ἐν τόπῳ Τατνούει φοινικῶνος ἄρουραν α ἀντὶ τῶν ὑπὲρ αὐτῶν δημοσίων πάντων καὶ ἐπι τελέσω πάντα τὰ γεωργικὰ ἔργα, τὰ δὲ ἐκφόρια μετρήσω εἰς τὸ δημόσιον· βεβαιώσειςβεβαιώσις δέ μοι πάντα τὰ διαγραφόμενα εἰς τὴν δημοσίαν τράπεζαν, ἐὰν φαίνηται ἐπιχωρῆσαι ἐπὶ τοῖς προκειμένοις. Πεθεὺς ὁ προγεγραμμένος μεμίσθωμαιμεμίσθωμε παρὰ σοῦ καθὼς πρόκειται. Ἡρακλῆς ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἔτους ιδιδ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, Χοιὰκ γ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.