no image
DDbDP-text
Lease of Grain Land and Olive Groves via HGV-meta
Linked by Trismegistos ID
TM 12054.
Each record below describes this same ancient text from a different angle.
Γάιος Ἰούλιος Ἀπολλινάριος στρατιώτης λεγεῶνος γ Κυρηναικῆς φρουμεντάριος Ῥώμης Σαβείνῳ Σωκράτους τῶν ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοίτου νομοῦ χαίρειν. ὁμολογῶ μεμισθωκέναι σοι τὰς ὑπαρ χούσας μοι περὶ τὴν αὐτὴν κώμην ἀρούρας γῆς εο σιτοφόρου δύο καὶ τὴν περὶ Βακ χιάδα ἀρούρης ἥμισυ τέταρτον καὶ περὶ Καρανίδα ἐλαιῶνος ἀρούρας δύο ἐν τῷ Ὄνκῳ λεγομένῳ καὶ περὶ Ἀλκιάδα ἐλαιῶνος ἄρουραν μίαν καὶ περὶ Ἱερὰν ἀρούρας δύο ὧν καὶ τοὺς φόρους ἀπέσχον εἰς ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος ἔτους δ Ἁδριανοῦ τοῦ κυρίου· πρός σε ὄντων πάντων τῶν ἀναλωμάτων καὶ ἔργων καὶ δημοσίων καὶ ὅ τι ἐὰν περὶ αὐτῶν ὀφείλεταιὀφίληται δημόσιον ἢ ἰδιωτικόν, κατὰ μηδὲν ἐλαττουμένων τῶν ἐδαφῶν καθότι συνεφωνήθη· ἐφʼ ᾧ δὲ τὰς περὶ Βακχιάδα Ἱερὰν ἀρούρας δύο ἐλαιῶνος συνφύτους παραδώσειπαραδώσι ὁ Σαβεῖνος Σωκράτους. ἔτους δ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Θὼθ τρίτῃ γ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.