no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 12052.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἑβδόμου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Νέου Σεβαστοῦ δ ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐμίσθωσεν Ὡρίων Παποντῶτος ὡς ἐτῶν πεντήκοντα οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς Τιθοῆι Νεφερῶτος Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν ἑξήκοντα οὐλὴ μετώπῳ μέσωι ἣν καὶ αὐτὸς γεωργεῖ περὶ Καρανίδα οὐσίας Λιβιανῆς ἐν γῆι ἀ τελεῖ ἄρουραν μίαν ἥμισυ ὄγδοον ἢ ὅσων ἐὰν ἦι εἰς τὸ ἕβδομον ἔτος Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος εἰς σπορὰν λαχα νοσπέρμου· πάντων ἐκβησομένων γενημάτων καὶ λαχανοσπέρμων ἐφʼ ἅλω ἀφʼ ὧν τοῦ Ὡρίωνος μέρη δύο καὶ τοῦ Τιθοήους μέρος ἕν · ὁμοίως τῶν ἐφʼ ἅλωι πάντων φορέτρων ἐπισπουδασμοῦ ὄντων πρὸς Ὡρίωνα τῶν δὲ γεωργικῶν ἔργων πρὸς Τιθοῆν καὶ χορηγήσει Τιθο εἰς τὸSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.