no image
DDbDP-text
Loan of Money and Sale of Grain via HGV-meta
Linked by Trismegistos ID
TM 12059.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος ΟὐεσπασιανοῦΔομιτιανοῦ Σεβαστοῦ μηνὸς Σεβαστοῦ κθ ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ὧρος Ὀννώφρεως Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λε οὐλὴ γόνατι ἀριστερῶι Διοδώρᾳ Ἥρωνος ὡς ἐτῶν κ ἀσήμῳἀσημος μετὰ κυρίου τοῦ ἀνδρὸς Χαιρήμονος τοῦ Χαιρήμονος ὡς ἐτῶν κγ οὐλὴ ἀντικνημίῳ δεξιῷ ἔχειν παρʼ αὐτῆς παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς τεσσαράκοντα ὀκτὼ χρῆσιν τόκου δραχμιαίου, ἔτι δὲ καὶ τιμὴν πυροῦ νέου καθαροῦ ἀδόλου ἀρταβῶν δύο μέτρωι ἑξαχοινίκωι ἑρμηνέως Καρανίδος. ἀποδώσει οὖν ὁ ὁμολογῶν Ὧρος τῆι Διωδώρᾳ ἐν μηνὶ ΠαῦνιΠαοινι τοῦ ἐνεστῶτος ἔτους. ἐὰν δὲ μὴ ἀποδῶι καθʼ ἃ γέγραπται ἀποτισάτωἀποτισάτωι τὸ μὲν ἀργύριον με θʼ ἡμιολίας, τοῦ δὲ πυροῦ ἑκάστης ἀρτάβης προσαποτισάτω τὴν ἐπὶ τοῦ καιροῦ πλείστην ἐσομένην τιμήν, τῆς πράξεως οὔσης τῆι Διοδώρᾳ ἐκ τοῦ Ὥρου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.