no image
DDbDP-text
Private Letter via APIS-papyrus
Linked by Trismegistos ID
TM 27113.
Each record below describes this same ancient text from a different angle.
Σαραπίων Ἀντωνίωι Μίνορι τῶι φιλτάτωι χαίρειν. καταπλέοντί μοι εἰς Ἀλεξάνδριαν διὰ σπουδῆς ἐγένετο γενέσθαι εἰς τὸ καταγώγιον τῶν ἀπὸ τῆς γεουχίας σου τὸ ἐν Μέμφειπεμφει ἵνα ἐκεῖθεν σοι γράψω, καὶ οὐδένα εὗρον ἐρχόμενον πρὸς σέ. ἀνα πλεύσας δὲ μετὰ τοῦ ἡγεμόνος καὶ συντυχὼν Μάρκωι τῶι φίλωι ἐζήτησά σε εἰ ἐκεῖ γέγονας, καὶ μὴ εὑρών σε ἐπολυπραγμόνησα περὶ τῆς σωτηρίας σου, καὶ μαθών σε καλῶς διάγειν ἡδόμενος ἀνέβην. γράφω οὖν σοι νῦν, τιμιώτατε, πρῶτον μὲν ἀσπαζόμενός σε καὶ τὸν κύριόν μου Ἀμμωνιανὸν καὶ τοὺς σοὺς πάντας, ἔπειτα δεόμενος πάντως διὰ τῶν ἰδίων Μωρίωνος τρεῖς βόας τελείας μοι δανίζειν καλὰς καὶ μεγάλας τῶι σώματι ἀνάπαυμα σχίσοντι. εἰς γὰρ τοῦτο αὐτῶν χρείαν ἔχω. ὅπως σύ μοι σπουδάσῃς τοῦτο διαπράξασθαι παρακαλῶ ἵνα καὶ τὴν τιμήν μοι αὐτῶν δηλώσῃς καὶ ἐντεῦθέν σοι διαπέμψομαι. τῶι γὰρ ἰδίωι τοῦ Μωρίωνος ἐπειγομένωι ἐξελθεῖν οὐ δεδύνημαι διδόναι τὴν τιμὴν ἄδηλον οὖσαν συνεωνήθη. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου, μετὰ τοῦ κυρίου μου Ἀμμωνιανοῦ καὶ τῶν σῶν πάντων. τὰς βόας πέμψον μοι πάντως ἐπεὶ χρείαν αὐτῶν ἔχω εἰς τὰ χωρία. καὶ εἰ πρόφασιν ἔχεις ἐλθεῖν εἰς Ἀλεξάνδρειαν ἧκέ μοι ἐκεῖ πάντως καὶ νῦν ἐλευσομένωι ἐκεῖ σὺν θεοῖς. δρυης ουαρου αονβειν Ἀντωνίωι Μίνορι γεγομένωι βασιλικῶι γραμματεῖ Διοπολίτου μεγάλου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.