no image
DDbDP-text
Private Letter via APIS-papyrus
Linked by Trismegistos ID
TM 27093.
Each record below describes this same ancient text from a different angle.
Κλαύδιος Τερεντιανὸς Κλαυδίωι Τιβεριανῷ τῷ πατρὶ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν, ὑγιαίνω δὲ καὶ αὐτός. τὸ προσκύνημά σου ποιοῦμαι καθʼ ἑκάστην ἡμέραν παρὰ τοῖς ἐνθάδε θεοῖς. γινώσκειν σε θέλω, κύριέ μου πατήρ, ὅτι ἕως σήμερον ἀφʼ ἧς ἐξῆλθες ἀπʼ ἐμοῦ παρεδρεύω παρὰ Αἰμίλιον αἰτῶν λόγον περὶ ἐκείνων καὶ ἐνήνοχέν μοι ἀντιλογίαν λέγων ὅτι τὰ χειρόγραφα ἐκείνου τοῦ ἀνθρώπου ἀνόμοιά ἐστιν καὶ οὐ δύναται καταχωρισθῆναι χωρὶς τοῦ ἀρχιδικασ τοῦ πον ἦν γεγραμμένα. ἔδωκα οὖν αὐτῷ ελεστθη αὐτὰ ἄλλας δραχμὰς τριάκοντα δύο λέγοντι ὅτι ἐάν μου καταγνῶς ἢ σὺ ἢ ὁ πατήρ σου προσαπόλαβε παρʼ ἐμοῦ ὃ δέδωκάς μοι. ἐγὼ γὰρ ἄλλο ἔδωκα μασί μου ὑπόμνημα τῷ ἀρχιδι καστῇ διʼ οὗ ἔδωκε ὑπόμνημα. ἐλπίζω οὖν ταχὺ ἀπʼ αὐτοῦ ἀπολαβεῖν αὐτὰ τετελειωμένα καὶ διαπέμψαι αναανωμε κατηξίωσαςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.