no image
DDbDP-text
Petition concerning Theft and Maltreatment via HGV-meta
Linked by Trismegistos ID
TM 12260.
Each record below describes this same ancient text from a different angle.
ἀρο οε νυκτὶ τη τοῦ Φαρμοῦθι τοῦ ἐνεστῶτος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, τινὲς λῃστρικῶι τρόπωι διώρυξανδιωρυκαν τὴν τῶν ἡμετέρων ὄνων αὐλὴν καὶ ἔνδον γενόμενοι ἀπήλασάν μου ὄνους λευκοὺς δύο τελείους τιμηθέντας δραχμῶν σϙ καὶ ὑπὲρ τούτων ἐπέδωκα τῷ τῆς Καρανίδος ἀρχε φόδωι Πανκράτηι ὑπόμνημα καὶ σὺν τού τωι γεμίσας ἕτερον ὄνον ὕδατοςὕδατους καὶ τροφῶν ἕτερον ἐξωρμήσαμεν, τοὺς αἰτίους ἰχνο σκοποῦντες ὅθεν εὕρομεν τὴν πορείαν εἰς τὰ μέρηι τῆς Βακχιάδος γεγονέναι καὶ πάλιν εἰς τὸ ὄρος. ὁ δὲ τῆς Βακχιάδος ἀρχέ φοδος Πασίων καὶ οἱ πρὸς τῇ πύληι ἐκώλυ σαν ἡμᾶς ἤδη μελλόντων τοὺς αἰτίους κα ταλαμβάνειν παρʼ ἑαυτοῖς· κατείχοσαν ἐμέ τε καὶ τὸν τῆς Καρανίδος ἀρχέφοδον καὶ τὰ μὲν ὕδατα κατεάξαντες καὶ τὰς κράνους ἀφαρπά σαντες ἐν συνοχῆι ἐποίησαν ἐφʼ ἡμέρας τρεῖς ἕως μὴ δυνασθῶμεν συνλαβεῖν τοὺς αἰτίους. ἔπειτα ἀπενεγκάμενοι ἡμῶν σαγὰς δύο καὶ τοὺς ἄρτους καὶ μηλωτὴν καὶ χιλωκτὰ δύο καὶ κατῄ κισάνκαδίκισάν με πληγαῖς καὶ εἰποντεςεἰπων ὁ κωμογραμματεὺς καὶ οἱ πρεσβύτεροι ἠνάγκασανἀνήγκασαν ἡμᾶς ἀπολυθῆναι. ἀξιῶ ἀντιληφθῆναι ὑπὸ σοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.