no image
DDbDP-text
Application for a Lease of Grain Land via HGV-meta
Linked by Trismegistos ID
TM 11987.
Each record below describes this same ancient text from a different angle.
Ἁρυώτῃ Ἀλεξᾶ παρὰ Ὥρου Ὥρου τοῦ Ὥρου τῶν ἀπὸ κώμης Βακχιάδος, Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισ θώσασθαι παρὰ σοῦ εἰς ἔτη τέσσαρα σπορὰς τέσ σαρας ἀπὸ τοῦ ἐνεστῶτος πέμπτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου τὰς ὑπαρχούσας σοι περὶ τὴν προγεγραμμένην κώμην Βακχιάδα κλήρου ἀρούρας τέσσαρας ἥμισυ ἢ ὅσας ἐὰν ὦσι ἐν μιᾶιμι σφραγῖδισφραγεῖδι ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος σὺν αἷς λήμψομαι παρὰ σοῦ σπερμάτων πυροῦ ἀρτάβαις τέσσαρσι ἡμί σει πυροῦ ἀρταβῶν εἴκοσι μέτρῳ ἑξαχοινίκωιἑξαχοινείκωι παραλημπτικῶι Ἀλεξᾶτος ἀδελφοῦ σου ἀνυπολόγων καὶ ἀκινδύνων. καὶ ἐπιτελέσω τὰ κατʼ ἔτος γεωρ γικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου ἕκαστον τῶι δέοντι καιρῶι βλάβος μηδὲν ποιῶν, τὰ δὲ κατʼ ἔτος ἐκφόρια ἀποδώσω ἐν μηνὶ Παῦνι ἐν τῆι κώμηι νέα καθαρὰ ἄδολα ἄκριθα, καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας καθαρὰς ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης, καὶ τὸ ἥμισυ μέρος ἀναπεπαυμένον χόρτωι, τὸ δὲ λοιπὸν ἥμισυ ἀπὸ καλάμης, τῶν φορέτρων τοῦ ἐπισπουδασμοῦ ὄντων πρὸς ἐμὲ τὸν Ὧρον, ἐὰν φαίνηται μισθῶσαι ἐπὶ τοῖς προκειμένοις. Ἁρυώτης ὡς ἐτῶν νθ οὐλὴ ἀστραγάλῳ ποδὸς ἀριστεροῦ. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Τῦβι κβκγ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.