no image
DDbDP-text
Official Letter via HGV-meta
Linked by Trismegistos ID
TM 21369.
Each record below describes this same ancient text from a different angle.
Διοσκουρίδης ἔναρχος πρύτανις ων καὶ ὡς χρηματίζω ἐξηγητὴς Ἡρώδῃ υἱῷ Ἀπίωνος τῷ ἐπὶ τῶν πολιτικῶνπολειτικῶν τῆς αὐτῆς πόλεως τῷ φιλτάτῳ χαίρειν. τοῦ ἐπισταλέντος ἡμῖνἡμεῖν ὑπὸ τοῦ τοῦ νομοῦ στρατηγοῦ Κλαυδίου Ἰσχυρίωνος τοῦ καὶ Ἀρτεμιδώρου ἀντιγράφου ἐπιστολῆς γραφείσης ὑπὸ Οὐμμιδιυπίου τοῦ κρατίστου διοικητοῦ σηνγ τῶν νομῶν ἐν οἷς καὶ τουτου περὶ τοῦ τὰς ὀφειλομένας ὑπὲρ ὧν ἔδει ἀπὸ τοῦδε τοῦ νομοῦ ταύρων πεμ φθῆναι εἰς τὸν ἔναγχος τέταρτον πεντηκοστὸν ἀγῶνα ὑπὲρ ἑκάσ του δραχμὰς υ εἰσενεχθῆναι παρʼ ὧν προσήκει προστεθησομένας τῷ κυριακῷ λόγῳ· ἵνʼ οὖν, τιμιώτα τε φανερὸν ἡμῖνἡμεῖν ποιήσῃς ὑ πὲρ πόσων ταύρων ἡ διαγραφὴ ὡς τοῦ ἑνὸς δραχμῶν υ ἐκ τοῦ πολιτι κοῦπολειτικοῦ λόγου γείνεται σοι ἐπισ τέλλεται ἵνʼ οὖν, τιμιώτατε, τὰ ἀκόλουθα τοῖς κελευσθεῖσι γένηται ἐπιστέλλεταί σοι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.