no image
DDbDP-text
Letter from Philon to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1955.
Each record below describes this same ancient text from a different angle.
Φίλων Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι αὐτός τε καὶ οὓς θέλεις, εὖ ἂν ἔχοι· ἐρρώμην δὲ καὶ αὐτός. καλῶς ποι ήσεις ὑπὲρ ὧν Πτολεμαῖος ἀδελφὸς ἀναπέπλευκεν πρὸς σέ ἐπιμελῶς διοικήσας, ἵνα τα χέως πρός με ἀναστρέφηι καὶ μὴ ἐπικωλύωμαι ἐὰν δέηι ἀναπλεῖν· συντόμως γὰρ δεῖ ἀποτρέχειν ἐντεῦθεν. ἔγραψα δέ σοι καὶ περὶ Ἑρμοκράτου πρότερον, διὰ τὸ ηἰσθῆσθαί σε σπεύ δονθʼ ὑπὲρ αὐτοῦ καὶ αὐτὸς φα νερὸν αὐτῶι πεποιηκέναιπεποηκέναι, καὶ σφό δρʼ οἴομαι ἡμερῶν ὀλίγων ἔξω αὐτὸν ἔσεσθαι. ἐνωχλήθησανἠνωχλήθησαν δʼ ὑπὲρ αὐτοῦ καὶ πλείους, ἐπετέλεσεν δὲ μάλιστα Κα φισοφῶν ὁ Φιλίππου τοῦ ἰατροῦ υἱός. καὶ τὴν ἀνάκρισιν τὴν ὑπὲρ αὐτοῦ γεγραμμένην, ἣ καὶ ἐπέλυεν αὐτὸν πάντων τῶν ἐπικληθέντων, εἶχεν ἤδη Δωσί θεος ὁ ὑπομνηματογράφος, ἵνα ὁ βασιλεὺς ἐπαναγνῶι πρὸ τοῦ ἀφεθῆναι αὐτόν, παρὰ τὸ ἔθος εἶναι οὕ τως γίνεσθαι. τὰ δʼ ἄλλα συντόμως προσδέ χου καὶ αὐτοὺς ἡμᾶς· καὶ τῶν ἐν οἴκωι δέ, κἂν αὐτὸς θλίβηι διατηρήσας ἐμοῦ τὸν τόπον τ Ζήνωνι. εἰς Φιλα δέλφειαν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.