no image
DDbDP-text
Loan of Money via HGV-meta
Linked by Trismegistos ID
TM 21299.
Each record below describes this same ancient text from a different angle.
Παμοῦνις Δείου μητρὸς Θατρῆ τος ἀπὸ Κερκεμούνεως Μάρκῳ Αὐρηλίῳ ΟὐάλεντιΟὐαλεντᾶτι Ἀπολλωνίου καὶ ὡς χρηματίζει χαίρειν. ὁμο λογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν τῷ Ὀξυρυγχίτῃ ἐν χρήσει ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς ἑκατόν, γείνονται δραχμαὶ ἑκατόν, ἅσπερ ἐπάναγκον ἀποδώσω σοι μέχρι τριακάδος Παῦνι τοῦ ἐνεστῶτος κβ ἔτους ἀνυπερθέ τως, εἰ δὲ μή, ἐκτείσω σοι με θʼ ἡμιολίας τὸν τόκον τοῦ ὑπερ πεσόντος χρόνου δραχμιαῖον ὡς τῆς μνᾶς κατὰ μῆνα ἕκα στον, γινομένηςγεινομένης σοι τῆς πρά ξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ χειρόγραφον ἁπλ οῦν γραφὲν πανταχῇ ἐπιφερό μενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου ΒρεταννικοῦΒρετανικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Φαμενὼθ ιϛ. Παμοῦνις Δείου δεδάνεισμαιδεδάνεισμε παρὰ τοῦ Οὐάλεντος τὰςΟὐαλεντᾶτος δραχμὰς ρ, καὶ ἀποδώσω ὡς πρόκειται. Ἀφύγχις Ὡρίωνος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.