no image
DDbDP-text
Loan of Corn via HGV-meta
Linked by Trismegistos ID
TM 21294.
Each record below describes this same ancient text from a different angle.
Διογένης ὁ καὶ Σαραπίων Σαραπίωνος τοῦ Διογένους μητρὸς Διδύμης τῆς Εὐφράνορος τῶν ἀπʼ Ὀξυ ρύγχων πόλεως Πέρσης τῆς ἐπιγονῆς Ἀμμωνίῳ Σαραπίωνος τοῦ Ἀμμωνίου τῶν ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἔχειν καὶ παραμεμε τρῆσθαι παρὰ σοῦ πυροῦ ἀρτάβας ἑκατὸν ἑβδομή κοντα γίνονται πυροῦ ἀρτάβαι ἑκατὸν ἑβδομήκοντα κεφαλαίου, ἅσπερ μετρήσω ὑπὲρ σοῦ εἰς τὸ δημόσιον καὶ ἀνα δώσω σοι τούτου τὸτω θέμα καθαρὸν ἀπὸ πάσης δα πάνης τῷ Παῦνιμηυνι μηνὶ τοῦ ἐνεστῶτος ἑβδὸμουἑβδμου ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου χωρὶς πάσης ὑπερθέσεως· ἐὰν δὲ μὴ μὴ μετρήσω ἐκτείσω μεθʼ ἡμιολίας, γινομένηςγεινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόν των μοι πάντων καθάπερ ἐκἐγ δίκης, μὴ ἐλατ τουμένου σου ἐν οἷς ὠφείλησα τῷ ἀδελφῷ σου τῷ μετηλλαχότι Παυσανίᾳ ἐν τῇ πράξει. κυρία ἡ ἰδιόγραφός μου Διογένους τοῦ καὶ Σαραπίωνος χεὶρ πανταχῆ ἐπιφερομένη καὶ πάντι τῷ ἐπιφέ ροντι. ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Ἁθὺρ κθ. χειρόγραφον Διογένους τοῦ καὶ Σαραπίωνος ἐξηγητοῦ πυροῦ ἀρταβῶν ροSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.