no image
DDbDP-text
Linked by Trismegistos ID
TM 44546.
Each record below describes this same ancient text from a different angle.
Θεόδωρος στρατηγὸς Ἀρσινοίτου Ἡρακλείδου μερίδος. ἐξ ἐπιστολῆς γραφείσης μοι ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Σεμπρωνίου Λιβεράλιος περὶ τῆς ἀπὸ ὑπολόγου μισθουμένης ἀντίγραφον δη μοσίᾳ προέθηκα, ἵνα πάντες εἰδῶσι τὰ διατεταγμένα. σεσημείωμαι. ἔτους ιθ, Ἐπεὶφ ιδ. Σεμπρώνιος Λιβερᾶλις στρατηγοῖς ζ νομῶν καὶ Ἀρσινοίτου χαίρειν. διαλογιζόμενος τὴν κάτωκατὰ χώραν ἐνε τεύχθην ὑπὸ πολλῶν φασκόντων μι σθωσαμένους αὐτοὺς ἐκ τῆς λεγομένης ὑπολόγου γῆς ἐπηρεᾶσθαι ὑπό τινων προσ θήκας δεδωκότων μετὰ τὸν πρῶτον ἢ καὶ δεύτερον τῆς μισθώσεως ἐνιαυτὸν καὶ οὕτως τῆς γεωργίας ἐγβεβλῆσθαι εἰς ἤδη εἰς τὴν κατεργασίαν τῆς γῆς ἱκανὰ ἀνηλωκόταςἀναλωκότας ἐλπίδι τοῦ δυνήσασθαι τοῖς ἑξῆς ἔτεσι καὶ τὰ προαναλωμένα ἀπολαβεῖν. κινηθεὶςκεινηθεὶς οὖν ταύτῃ αὐτῶν τῇ δικαιολογίᾳ προσῆκον ἡγησάμην κα θολικήν τινα περὶ τούτου ποιήσασθαι διάταξιν, ἐξ ἧς ἡγοῦμαι καὶ τοὺς φιλεργεῖν βουλομένους τὰ δίκαια ὀφεληθήσεσθαιὀφεληθήσασθαι καὶ τοὺς ἐπ’ ἐπηρείᾳ προσιόντας ταῖς μι σθώσεσι παύσασθαι· καὶκι οὐ μάλιστα ἀναγκαῖόν ἐστιν πολλὴν δημο σίαν γῆν τῆς ἐν χέρσῳ οὔσης ἐν ς ἐν χέρσῳ ἀναγέτω σαν vestiges ἐπὶ τῇ αἱρέσειαἱρέσι παραδίδοσθαι· τὴν γὰρ ἐλάττονος ἐπιδεχομένην ἀκόλουθόν ἐστιν καὶ προκηρύσσεσθαι κατ’ ἔτος καὶ ὁρί ζεσθαι καθὰ καὶ πρότερον ἐγίγνετοἐγείνετο. τύχῃ οὖν ἀγαθῇ οἱ βουλόμενοι προσίτωσαν ὑποσχέσειςὑποσχέσις διδόντες ἃς δημοσίᾳ προ θέντες δη τὰς προκηρύξεις ποιεῖσθαι, ὅ πως ἡ φιλεργία κατὰ τὸν προσήκοντα καιρὸν γενέσθαι δύνηται. ταύτης μου τῆς ἐπιστολῆς ἀντίγραφον προτεθῆναι βού λομαι ἔν τε ταῖς μητροπόλεσι καὶ καθ’ ἑκάστην κώμην ὡς πάνταςπάντες εἰδέναι τὰ διατετα γμένα. ἐρρῶσθαί σε βούλομαι. ἒτους ιθ, Παῦνι κ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.