no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 1539.
Each record below describes this same ancient text from a different angle.
Αὖγχις Ζήνωνι χαίρειν. λαμβάνουσα ζῦτον ἐκ τοῦ μεγάλου ζυτοπω λίου διατίθημι τὴν ἡμέραν δραχμῶν δ, καὶ εὐτακτῶ. Δημήτριος δέ μου ὁ ἀμ πελουργὸς ἀπατήσας τὴν θυγατέρα ἐξαγα γὼν κρύπτει, φάμενος συνοικήσειν αὐτῆι ἄνευ ἐμοῦ. αὕτη δὲ συνένεμε τὸ ἐργαστήριον καὶ ἐμὲ ἔτρεφεν πρεσβυτέραν οὖ σαν. νῦν οὖν ζημίαν ποι ῶ ταύτης ἐξελθούσης, καὶ αὐτὴ δὲ τὰ δέοντα οὐκ ἔ χω. ἔχει δὲ καὶ γυναῖκα ἑτέραν καὶ παιδία ὧδε ὥστε οὐ δύναται συνοικεῖν ἧιην ἠπάτησεν. ἀξιῶ οὖν βο ηθῆσαί μοι διὰ τὸ γῆρας καὶ παραδοῦναί μοι αὐτήν. ἔρρωσο. ἔτους λβ, μεχείρ. Αὖγχις.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.