p.lond.7.1976
Αὖγχις Ζήνωνι χαίρειν. λαμβάνουσα ζῦτον ἐκ τοῦ μεγάλου ζυτοπω λίου διατίθημι τὴν ἡμέραν δραχμῶν δ, καὶ εὐτακτῶ. Δημήτριος δέ μου ὁ ἀμ πελουργὸς ἀπατήσας τὴν θυγατέρα ἐξαγα γὼν κρύπτει, φάμενος συνοικήσειν αὐτῆι ἄνευ ἐμοῦ. αὕτη δὲ συνένεμε τὸ ἐργαστήριον καὶ ἐμὲ ἔτρεφεν πρεσβυτέρα…