no image
DDbDP-text
Receipt for price of wine via HGV-meta
Linked by Trismegistos ID
TM 19717.
Each record below describes this same ancient text from a different angle.
Φλαούιος Θεόδωρος ὁ μεγαλοπρεπέστατος κόμες διʼ ἐμοῦ Ἀρίστωνος Φοιβάμμωνος παιδὸς Αὐρηλίῳ Ἡρακλείῳ Παουόμθου οἰνοπράτῃ ἀπὸ Ἀφροδίτης χαίρειν· ἀπέσχον παρὰ σοῦ ἀπὸ λόγου οἴνου τοῦ χρεωστηθέντος ἡμῖν παρὰ σοῦ χρυσοῦ νομίσματα τρία παρὰ κεράτια ἓξ χρυσοχοϊκῷ τῆς αὐτῆς κώμης παρὰ διαφόρων ὀνομάτων καὶ ἐκ τούτων ἀπεδεξάμην παρὰ Φηοῦτος καὶ Ἀνουφίου ποιμένων χρυσοῦ νομίσματα δύο καὶ τὴν ἀκυρωσίαν τούτων αὐτοῖς δέδωκα, γίνεται χρυσοῦ νομίσματα γ παρὰ ϛ, καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι τοῦτο τὸ ἀσφαλὲς τῶν προκειμένων τριῶν νομισμάτων μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ ἐπερωτηθεὶς ὡμολόγησα Θὼθ κβ τετάρτης ἰνδικτίονος. Ἀρίστων Φοιβάμμωνος παῖς τοῦ μεγαλοπρεπεστάτου κόμητος Θεοδώρου ὁ προκείμενος στοιχεῖ μοι τοῦτο τὸ ἀσφαλὲς τῶν προκειμένων τριῶν νομισμάτων παρὰ κεράτια ἓξ χρυσοχοικῷ κώμης Ἀφροδίτης ὡς πρόκειται. Φλαύιος Φοιβάμμων Δωραντινόου ὁ ὀρδινάριος τῆς ἡγεμονικῆς τάξεως ἔγραψα ὑπὲρ αὐτοῦ εἰπόντος μοι κατὰ πρόσωπον γράμματα μὴ εἰδότος. ἐγράφη διʼ ἐμοῦ Ἀβρααμίου Ἀπολλ ἀπὸ σχολαστικῶν. τωρ απα Θεοδώρου ὑπὲρ ἩρακλείουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.