no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 22762.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἀναστασίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος τὸ γ Ἐπεὶφ πρώτης ἰνδικτίονος. ταύτην ποιοῦνταιοἱ ὑπογράφοντες ποιοῦντες πρὸς ἑαυτοὺς τὴν ὁμολογίαν τοῦ κομπρομίσσου ἐκ μὲν τοῦ ἑνὸς μέρους Φλάυιοι Σιλβανὸς καὶ Σαραπίων στρατιῶται ἀριθμοῦ ἙρμοῦἈντινόου πόλεως καὶ Αὐρήλιος Ἴσακος ὁμογνήσιοι ἀδελφοὶ ἐκ πατρὸς Φοιβάμμωνος ἀπὸ τῆς αὐτῆς πόλεως Ἴσακος τὸν λόγον ποιούμενος ὑπέρ τε ἑαυτοῦ καὶ ὑπὲρ τῶν κληρονόμων Τυράννου τοῦ ἀπογενομένου ἡμῶν ἀδελφοῦ, ἐκ δὲ τοῦ ἑτέρου μέρους Φλάυιος Βῆς ΝικῶνΒησνικῶν στρατιώτης τοῦ αὐτοῦ ἀριθμοῦ καὶ ἡ τούτου γαμετὴτοῦ μέρους Ἀρχοντία ἀδελφὴ τῶν προγεγραμμένων ἐκ τῶν αὐτῶν γονέων ἀπὸ τῆς αὐτῆς πόλεως ἀλλήλοις χαίρειν. ἐπειδὴ ἠμφισβητήσαμεν πρὸς ἑαυτοὺς περὶ φανερῶν κεφαλαίων καὶ πρὸ δίκης καὶ φιλονεικίαςφιλονικείας ἔδοξεν ἡμῖν κοινῇ γνώμῃ ἀπαντῆσαι εἰς δίαιταν πρὸς Καρδημέου καὶ ΖηνόδοτονΖηνοδωτοςΞηνότητοσ τοὺς ἐλλογιμωτάτους σχολαστικοὺς φόρου Θηβαΐδος καὶ στοιχεῖν καὶ πείθεσθαι τοῖς ὁρισθησομένοις παρὰ τῆς αὐτῶν παιδεύσεως. κατὰ τοῦτο ὁμολογοῦμεν ὀμνύντες τόν τε παντοκράτορα θεὸν καὶ τὴν θείαν καὶ οὐράνιον τύχην τοῦ τὰ πάντα νικῶντος δεσπότου ἡμῶν Φλαυίου Ἀναστασίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἀπαντᾶν ἡμᾶς πρὸς τοὺς προειρημένους διαιτητὰς καὶ διαιτᾶσθαι ἐπʼ αὐτοὺς ἕως ὀγδόης τοῦ παρόντος μηνὸςἀποδίδοσθαι τὴν κρίσιν μηνὸς Ἐπεὶφ τῆς παρούσης πρώτης ἰνδικτίονος καὶ πείθεσθαι πᾶσιἡμᾶς τοῖς ὁρισθησομένοις παρʼ αὐτῶν, τὸν δὲ μὴ ἀπαντῶντα πρὸς αὐτοὺς ἢ καὶ μὴ πειθόμενον τοῖς ὁρισθησομένοις παρʼ αὐτῶν παρέξεινπαρελ ὑπὲρ συνθηκῶν παραβάσεως ἐκτίσειν τῷ ἐμμένοντι λόγῳ προστίμου χρυσοῦ νομισμάτιανομισμάτια ιη δώδεκα ἀναμφιλόγως ὁ λόγος οὗτος κύριος καὶ βέβαιος καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. προκείμενος στοιχεῖστηχῖ μοι ὡς πρόκειται. Αὐρηλία Ἀρχοντία Φοιβάμμωνος πεποίηκα τοῦτο τὸ κομπρόμισσον ὡς πρόκειται. Ἀστέριος Κολλούθου ἀπὸ Ἀντινοουπόλεως ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας διʼ ἐμοῦ Ὥρουτωρου ἐγράφη οSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.