no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 244.
Each record below describes this same ancient text from a different angle.
ἔτους ιζ Μεχεὶρ δ. ἀπέδοτο Πατοῦς Πελαίου ἄρουραν α χαλκοῦ ταλάντου α, ἐπρίατο Τακοῖβις Πατοῦτος. βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ιζ ἐφʼ ἱερέωνἱερείων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Μεχεὶρ δ ἐν Παθύρει ἐπʼ Ἀμμωνίου ἀγορανόμου. ἀπέδοτο Πατοῦς Πελαίου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν ξ εὐμεγέθης μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν οὐλὴ ῥινὶ μέσῃ τὴν ὑπάρχουσαν αὐτῶι γῆν ἤπειρον σιτοφόρονσιτοφορου ἐν Θεμραύθει Παθύρεως ἣν ἠγόρασεν παρὰ Πετεαρσεμθέως τοῦ Πανεβχούνιος καὶ Ψεννήσιος τούτου ἀδελφοῦ ἄρουραν μίαν , γείτονες τῆς ὅλης γῆς νότου γῆ Πανεβχούνιος τοῦ Τεῶτος, ἀπηλιώτου ποταμός, λιβὸς γῆ τῶν ὄχλων ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Τακοῖβις Πατοῦτος Περσίνη ὡς ἐτῶν λ μέση μελίχρως ὑπόκλαστος μακροπρόσωπος εὐθύριν μετὰ κυρίου Πετεαρσεμθέως τοῦ Πακοίβιος ἱερέως ΣούχουΣουχούχου καὶ Ἀφροδίτης χαλκοῦ νομίσματος ταλάντου ἑνός . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πατοῦς ὁ ἀποδόμενος ὃνἡν ἐδέξατο Τακοῖβις ἡ πριαμένη. Ἀμμώνιος κεχρημάτικα. sealSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.