no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 22818.
Each record below describes this same ancient text from a different angle.
ιϛ Διονυσίου καὶ Κυρίλλης καὶ Τερεῦτος καὶ Φιλαντινόου καὶ Ἀντινόου ἀργυρίου δραχμῶν σ ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Παρθικοῦ Μεγίστου ΒρεταννικοῦΒρενταννικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ μηνὸς Πανήμου Φαρμοῦθι ιϛ. διὰ τῆς Ἀνουβίωνος Ἀμμωνίου Ματιδίου τοῦ καὶ Καλλιτεκνείου ἐν Ἀντινοουπόλει χρηματιστικῆς τραπέζης. Διονύσιος καὶ Κύριλλα καὶ Τερεῦς καὶ Φιλαντίνοος καὶ Ἀντίνοος ἀφῆλιξ οἱ πέντε ἐκ πατρὸς Πανεχώτου Φλώρου Καλήους παστοφόρου ἱεροῦ Ἕρμου καὶ Ἀφροδίτης καὶ Ἄμμωνος καὶ τῶν συννάων θεῶν μεγίστων Ἀντινοουπόλεως μετὰ κυρίου τῶν γυναικῶν τῆς μὲν Κυρίλλης τοῦ ἑαυτῆς ἀνδρὸς Χαιρήμονος Ἑρμίου ἱερέως Ἁρησιήους τῆς αὐτῆς Ἀντινόου, τῆς δὲ Τερεῦτος τοῦ προκειμένου αὐτῆς ἀδελφοῦ Διονυσίου καὶ ὁ ἀφῆλιξ Ἀντίνοος διὰ τοῦ αὐτοῦ Διονυσίου Φιλαντινόῳ Ὥρου ἱερεῖ τοῦ προκειμένου Ἁρησειήου ἀπεσχηκέναι τὸν Φιλαντίνοον παρὰ τῶν περὶ Διονύσιον ἃς ἐδάνεισενἐδάνισεν τῷ πατρὶ αὐτῶν Πανεχώτῃ Φλώρου μετηλλαχότι ἡνίκα περιῆν τῷ ιε ἔτει τῆς εὐτυχεστάτης ταύτης αὐτοκρατορίας μηνὶ Μεχεὶρ ἀργυρίου δραχμὰς διακοσίας γίνονται ἀργυρίου δραχμαὶ σ, πεπληροφορῆται δὲ καὶ τῶν τόκων κατὰ μέρος διὰ χειρὸς πάντα εἰς περίλυσιν οὗ ὑπήλλαξεν αὐτῷ ὁ Πανεχώτης ἡμίσους μέρους οἰκίας καὶ χρηστηρίων πάντων οὔσης ἐν τῷ β γράμματι πλινθίῳ α βορρείῳ πρώτῳ τῆς Ἀντινόου καὶ μηδὲν ἐνκαλεῖν μηδὲ ἐγκαλέσεινἐνκαλέσιν τὸν Φιλαντίνοον μηδὲ τοὺς παρʼ αὐτοῦ μηδὲ ἄλλους ὑπὲρ αὐτοῦ τοῖς περὶ Διονύσιον περὶ ἡστινοσοῦν ὀφειλῆςὀφιλῆς μηδὲ περὶ ἄλλουἀλλους τινος ἁπλῶς τῷ καθόλου πράγματος ἐνγράφου ἀγράφου καὶ ἀνέδωκεν αὐτοῖς τὸ ἐγδόσιμον τῆς τοῦ δανείουδανίου τῆς ὑπαλλαγῆς τῆς διαγρα φῆς εἰς ἀκύρωσιν καὶ ἀθέτησιν οὔσης τῆς Βησαρίωνος τοῦ καὶ Ἀμμωνίου ἐπὶ τόπῳ τραπέζης. ΦιλαντίνοοςΦιλντινος Ὥρου ἱερεὺς Ἁρησιήου Ἀντινοουπόλεως ἀπέσχον τὰς τῆς περιλύσεως ἀργυρίου δραχμὰς διακοσίας ἐπὶ διαστολαῖς πάσαις ταῖςτε͂ς προκειμέναιςπροκιμέναις. Σαραπίων Φιλαντινόου ἔγραψα ὑπὲρ τοῦ πατρός μου μὴ εἰδότοςἰδότος γράμματαγράματα. Βησαρίων Ἀπίωνος παστοφόρος Ἕρμου μαρτυρῶ. Φιλάντινος Σανσνῶτος παστοφόρος Ὀσειραντινόου μαρτυρῶ. Ἀντίνοος ὁ καὶ Ἁρεώτης Φιλαντινοίδος Ὥρου παστοφόρος Ὀσειραντινόου θεοῦ μεγίστου μαρτυρῶ. Δίδυμος Ὀννώφριος ἱερεὺς Ἕρμου μαρτυρῶ. Διονύσιος καὶ ἡ ἀδελφή μου διʼ ἐμοῦ Διονυσίου ἐξωδιάσαμεν τὰς τῆς περιλύσεως ἀργυρίου δραχμὰς διακοσίας ὡς πρόκιται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.